134
βασιλείοις τρεφόμενον, οὐκ ἄλλον οὐδένα· ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος· ὁ δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρανὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον ἐκείνην ἔσβεσε. Τοῦτο δὲ καὶ ἐν ταῖς περιστάσεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ ἀταράχως ἅπαντα φέροντας. Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμπέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χαλεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνήσκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι· οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορθωμάτων καθ' ἑκάστην προσδοκᾷ τὴν ἡμέραν. Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο 55.167 πονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν· κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον πάθος ἀλογώτατον, αὐτὰς ἐπᾴδειν συνεχῶς· ἵνα καὶ κατὰ τὸν παρόντα βίον γαλήνης πολλῆς ἀπολαύσωμεν, καὶ εἰς τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν. αʹ. Τὸν ψαλμὸν τοῦτον λέγει μὲν ὁ Προφήτης· λέγει δὲ οὐκ ἐκ προσώπου οἰκείου, ἀλλ' ἐκ προσώπου τῶν Μακκαβαίων, τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἐσόμενα διηγούμενος καὶ προαναφωνῶν. Τοιοῦτοι γὰρ οἱ προφῆται· ἅπαντας περιτρέχουσι τοὺς χρόνους, τοὺς παρελθόντας, τοὺς παρόντας, τοὺς μέλλοντας. Τίνες δὲ οὗτοι οἱ Μακκαβαῖοι, καὶ τί πεπόνθασι, καὶ τί κατώρθωσαν, ἀναγκαῖον πρῶτον εἰπεῖν, ὥστε καὶ τῆς ὑποθέσεως τὰ λεγόμενα γενέσθαι σαφέστερα. Οὗτοι γὰρ, ἐπελθόντος Ἀντιόχου τοῦ λεγομένου Ἐπιφανοῦς, καὶ πάντα διαφθείραντος, καὶ πολλοὺς τῶν τότε βιασαμένου τὴν πολιτείαν ἐξορχήσασθαι τὴν πατρῴαν, διέμειναν οὐδὲν ὑπὸ τῶν πειρασμῶν παραβλαβέντες ἐκείνων· καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον ἐργάσασθαι ἠδύναντο,