135
ἔκρυπτον ἑαυτούς. Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν. Οὐ γὰρ ἀεὶ φαινόμενοι ἐν τῷ μέσῳ ἐπεπήδων τοῖς κινδύνοις, ἀλλ' ἔστιν ὅτε καὶ φεύγοντες καὶ λανθάνοντες ὑπεχώρουν. Ἐπειδὴ δὲ μικρὸν ἀνέπνευσαν, καθάπερ τινὲς σκύλακες γενναῖοι, ἐκπηδήσαντες ἐκ τῶν σπηλαίων καὶ προκύψαντες ἐκ τῶν καταδύσεων, ἔγνωσαν μηκέτι μόνους ἑαυτοὺς διασώζειν, ἀλλὰ καὶ ἑτέρους, ὅσους οἷοί τ' ἂν ὦσι· καὶ τὴν πόλιν καὶ τὴν χώραν περιιόντες ἅπασαν, ἀνελέγοντο πάντας, ὅσους ηὕρισκον ὑγιῶς διακειμένους· πολλοὺς δὲ καὶ τῶν κεκμηκότων καὶ διεφθαρμένων ἀνεκτῶντο πάλιν, πείθοντες ἐπὶ τὸν πατρῷον νόμον ἐπαναδραμεῖν. Τὸν γὰρ Θεὸν φιλάνθρωπον εἶναι ἔφασκον, καὶ μηδέποτε τὴν ἐκ τῆς μετανοίας ἀναιρεῖν σωτηρίαν. Ταῦτα δὲ λέγοντες, στρατόπεδα κατέλεγον ἀνδρῶν γενναίων. Οὐδὲ γὰρ ὑπὲρ γυναικῶν, καὶ παίδων, καὶ παιδισκῶν, καὶ ἀπαναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, ἀλλ' ὑπὲρ νόμου καὶ πο 55.168 λιτείας ἐμάχοντο πατρῴας· ἐστρατήγει δὲ αὐτοῖς ὁ Θεός. Παραταξάμενοι τοίνυν, καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόντες, κατέλυον τοὺς ἐναντίους, οὐχ ὅπλοις θαῤῥοῦντες, ἀλλ' ἀντὶ πάσης παντευχίας ἀρκοῦσαν ἔχοντες τὴν τῆς μάχης ὑπόθεσιν. Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, καθάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθίεσαν, καθάπερ ἐν ἄλλοις στρατοπέδοις· ἀλλὰ τὸν Θεὸν ἄνωθεν ἐκάλουν παρεῖναι καὶ συμμαχεῖν, καὶ χεῖρα ὀρέγειν, δι' ὃν ἐπολεμοῦντο, ὑπὲρ οὗ τῆς δόξης ἠγωνίζοντο. Ἴδωμεν τοίνυν τί φθέγγεται τὸ τοῦ Θεοῦ τοῦτο στρατόπεδον, τὸ τῇ πνευματικῇ φραττόμενον βοηθείᾳ, μέλλον ἐπιέναι τοῖς πολεμίοις. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἐπειδὴ γάρ τινες τῶν συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παράταξιν ὁρῶντες τὴν Ἀντιόχου, καὶ τὴν νίκην, καὶ ὅτι πάντα ἐξ ἐπιδρομῆς ἐλάμβανον, τήν τε οἰκείαν ἀσθένειαν καὶ ὀλιγότητα λογιζόμενοι, μαλακώτεροι ἦσαν καὶ ἀσθενέστεροι, διεγείρων αὐτῶν τὸ φρόνημα, καὶ δεικνὺς, ὅτι τὸ πᾶν ἐπὶ τῇ στρατηγίᾳ κεῖται τοῦ Θεοῦ, καὶ χωρὶς στρατοπέδων, συμμαχοῦντος αὐτοῦ, δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται. Οὐ μικρὸν δὲ τοῦτο παρακλήσεως μέρος. Οὐδὲ γὰρ ἂν ἴσχυσεν ὁμοίως ὁ λόγος πρὸς ἐκείνους τετραμμένος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινόμενος. ∆ιὸ δὴ καὶ τοῦτο προϊὼν ἔλεγεν· Οὐκ ἐπὶ τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ἡ δεξιὰ αὐτῶν οὐκ ἔσωσεν αὐτούς. Τοῦτο γὰρ τοὺς ἀσθενέστερον πρὸς τοὺς πόνους διακειμένους ἦν ἀνακτωμένου, τοὺς κατὰ ἀνθρωπίνην ἀκολουθίαν ζητοῦντας τὴν νίκην. Πᾶσα τοίνυν ἡ εὐχὴ αὕτη προτροπὴ τοῖς στρατοπέδοις ἐστὶ, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥῖψαι κελεύουσα, καὶ ἐξαρτῆσαι τῆς ἐκεῖθεν ἐλπίδος τὴν νίκην. ∆ιὰ τί δὲ οὐκ εἶπεν, Ἠκούσαμεν, ἁπλῶς, ἀλλ', Ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν; Ποίῳ γὰρ ἑτέρῳ μέρει τις ἀκούει τοῦ σώματος; Ἆρα μὴ περιττολογία τὰ λεγόμενα; Μὴ γένοιτο· ἀλλὰ κοινὸν ἔθος τῶν ἀνθρώπων ἐστὶν, ὅταν τινὰ διηγῶνται, ὑπὲρ ὧν εἰσι πεπληροφορημένοι, καὶ περὶ μεγάλων τινῶν καὶ ὑπερόγκων ποιῶνται τὴν διήγησιν, πρὸς τοὺς οὔπω μὴ σφόδρα πεπληροφορημένους, προστιθέασιν ἀεὶ τὰ ὦτα, φάσκοντες τοῖς ὠσὶν ἀκηκοέναι. Οὐκ ἐπὶ ταυτησὶ δὲ τῆς ἐνεργείας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ ποιεῖν εἰώθαμεν, μάρτυρας καλοῦντες αὐτὰς τὰς αἰσθήσεις. Πιστουμένων τοίνυν ἐστὶ τὸν ἀκροατὴν, τὸ τῶν ὤτων τὴν προσθήκην ποιεῖν. Ἐπεὶ καὶ ἐπὶ ὀφθαλμῶν καὶ χειρῶν τὸ αὐτὸ ποιοῦμεν, ὡς ὅταν λέγωμεν. Ταῖς χερσὶν ἡμῶν ἐψηλαφήσαμεν. Καὶ οἱ ἀπόστολοι δὲ ἔλεγον, Ἃ ἑωράκασιν οἱ ὀφθαλμοὶ ἡμῶν· ἃ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Ὅρα δὲ αὐτῶν ἐκ προοιμίων κἀντεῦθεν τὴν ἀρετήν· τοσαῦτα καὶ τηλικαῦτα παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπεπτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ