137
ἐπέμψατε. ∆ιά τοι τοῦτο πολλοὶ πολλοῖς διδόντες τοῦτο παρεγγυῶσι, μὴ ἐξειπεῖν ἑτέροις, ἵνα 55.170 μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος καταφυγεῖν εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ καὶ ἑτέροις δοίη. Ἀλλ' ἄνθρωποι μὲν εἰκότως, ἅτε ἐκ τοῦ διδόναι γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν· ὁ δὲ Θεὸς τοὐναντίον καὶ ἀνακηρύττει καὶ βοᾷ τὰ ἑτέροις διδόμενα, εἰς τὸ καὶ ἑτέροις παρασχεῖν πρόφασιν τοῦ πάλιν αὐτὸν αἰτῆσαι. Τῷ γὰρ διδόναι μείζων αὐτοῦ ὁ πλοῦτος δείκνυται. ∆ιό φησιν ὁ Παῦλος· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Εἶδες καινήν τινα φύσιν πλούτου; Ταύτην καὶ σὺ μιμοῦ τὴν φιλοτιμίαν. Ὅταν γὰρ ἀναλώσῃς τὸν ἀποκείμενον πλοῦτον, τότε μᾶλλον αὐτὸν αὐξήσεις· ἂν δὲ κατορύξῃς, τότε μᾶλλον ἠλάττωσας. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ τῶν πνευματικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ ἐπὶ τῶν σαρκικῶν οὕτω γίνεται; Καὶ γὰρ ἂν φειδόμενός τις τὸν σῖτον οἴκοι κείμενον μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν σκωλήκων αὐτὸν παρέδωκεν· ἂν δὲ σκορπίσῃ, πλείονα τὸν ἀμητὸν ἐργάζεται. γʹ. Ἀκούσατε ὅσοι πρὸς τὴν ἐλεημοσύνην ἐστὲ ὀκνηροί. Ἀκούσατε οἱ τὸν πλοῦτον ὑμῖν ἐλαττοῦντες τῇ φυλακῇ. Ἀκούσατε οἱ τῶν ὄναρ πλουτούντων οὐδὲν διακείμενοι ἄμεινον. Ὀνείρατος γὰρ οὐδὲν ἄμεινον τὰ παρόντα· ἀλλ' ὥσπερ οἱ καθ' ὕπνους φανταζόμενοι χρήματα ἔχειν, κἂν τῶν ταμιείων γένωνται τῶν βασιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μηδὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων ἔσται πενέστερος κἂν τὰ πάντων ᾖ κεκτημένος· ὄναρ γὰρ ἐπλούτησε μόνον. Εἰ τοίνυν βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πατρίδα ἀπέλθωμεν ἐκείνην· νῦν δὲ οὐκ ἀνέξομαι τὸν πλούσιον διαγινώσκειν καὶ τὸν πένητα. Οὐ γάρ ἐστιν ἀλήθεια πραγμάτων, ἀλλ' ὀνομάτων χάρις καὶ εὐφημία μᾶλλον. Καθάπερ γὰρ τοὺς τυφλοὺς καλοῦσιν οἱ πολλοὶ πολυβλέποντας, ἀλλ' οὐκ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πρᾶγμα, ἀλλ' οὗτοι μάλιστά εἰσιν οἱ μὴ ὁρῶντες· οὕτω δὴ καὶ τὸ τῶν πλουσίων ὄνομα περιφέρεσθαι ἐνταῦθά φημι τῶν οὐδὲν ἐκεῖ κεκτημένων. Ὅταν γὰρ ἐνταῦθα πλουτῇ, τότε μάλιστα οἶδα ὅτι πένης ἐστίν. Εἰ γὰρ μὴ σφόδρα πένης ἦν, οὐκ ἂν σφόδρα ἐπλούτει. Ὥσπερ γὰρ τὸν πηρὸν, εἰ μὴ καθόλου τετύφλωται, οὐκ ἂν αὐτὸν πολυβλέποντα ἐκάλεσαν· οὕτω δὴ καὶ ἐνταῦθα λογιστέον. Ἀποθέμενοι οὖν τῶν ὀνομάτων τὴν ἀπάτην, ἀντιλάβωμεν τῶν πραγμάτων τὴν ἀλήθειαν. Οὐ γὰρ ἐν ὀνόμασι τὰ πράγματα ἕστηκεν, ἀλλ' αἱ τῶν πραγμάτων φύσεις τὰ ὀνόματα κατὰ τὴν οἰκείαν ὑπόστασιν πλάττουσιν. Ὁ δεῖνα πλούσιος καλεῖται, ἀλλ' οὐκ ἔστι. Καὶ πῶς οὐκ ἔστιν, ὅταν πολὺς μὲν ἄργυρος, πολὺ δὲ χρυσίον, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια χρυσᾶ, καὶ τὰ ἄλλα πάντα αὐτῷ περιῤῥέῃ; Ὅτι οὐ χρυσίον, οὐδὲ ἱμάτια, οὐδὲ χρήματα, ἀλλ' ἐλεημοσύνη ποιεῖ πλούσιον Ταῦτα γὰρ χόρτος, ταῦτα ξύλα καὶ καλάμη. Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται; 55.171 Ὅπερ καὶ Παῦλος δεδοικὼς ἔλεγεν· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ποῖα χρήματα τὸν κινδυνεύοντα ἐξελέσθαι δυνήσεται; ποῖοι οἰκέται μαστιζομένῳ παραστήσεσθαι τῷ δεσπότῃ; ποῖαι οἰκίαι; ποῖοι λίθοι πολύτιμοι; ποῖα βαλανεῖα τὸν ῥύπον ἀποσμῆξαι δυνήσεται τὸν ἐκ τῶν ἁμαρτημάτων; Μέχρι τίνος ἑαυτοὺς ἀπατᾶτε; μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ' ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης; Ἀλλ' ἐπὶ τὰ προκείμενα ἐπανίωμεν. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἔξεστι καὶ ἡμῖν τοῦτο εἰπεῖν κατὰ