139
αὐτοὺς περικεῖσθαι ἐκέλευσε μέλλοντας προσιέναι τῇ Ἱεριχῷ; Θαυμαστότερον γὰρ ἦν, εἰ χωρὶς ὅπλων τοῦτο ἐποίουν. Μάλιστα μὲν οὖν κἂν κελεύῃ τι ποιεῖν ἀνθρώπινον, καὶ προσλαμβάνειν τινὰ συμμαχίαν αἰσθητὴν, συγκατιὼν αὐτῶν τῇ ἀσθενείᾳ τοῦτο ποιεῖ. Τί γὰρ ἠδύνατο ὅπλων περιβολὴ πρὸς τείχους καταβολήν; τί δὲ σαλπίγγων ἠχή; Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν, εἶχέ τίς τινα ῥοπὴν καὶ τοῖς ὅπλοις λογίζεσθαι· εἰ δὲ τεῖχος ἔμελλε καταπίπτειν, τίνος ἕνεκεν ὅπλα περίκεινται; Καὶ ἐπὶ τοῦ Γεδεὼν δὲ πάλιν οἱ εἰλημμένοι τῶν μὴ εἰλημμένων ἦσαν ἴσοι· πάντες γὰρ ἦσαν δῆλοι. Τίνος οὖν ἕνεκεν ταῦτα γίνεται; Ὥστε εἰς πίστιν αὐτοὺς ἄγεσθαι τοὺς ταῦτα κελευομένους. Ἡ γὰρ ψυχὴ συντραφεῖσα σώματι, καὶ οὐδὲν ἀσώματον ἰδοῦσά ποτε, καὶ πρὸς τὰ αἰσθητὰ κεχηνυῖα, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ νοητὰ χειραγωγηθῆναι ἐδεῖτο. Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ διαλεγομένοις ἐγένετο χρεία ἀνθρωπίνων μνησθῆναι μελῶν, οὐχ ἵνα τὴν ἀκήρατον ἐκείνην φύσιν εἰς μελῶν σχήματα συμπλάσωσιν, ἀλλ' ἵνα τὴν αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρωπίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα. Ἐπεὶ οὖν καὶ ἡ ἐνέργεια τοῦ Θεοῦ νοητόν τί ἐστιν, ἵνα μὴ ἀπιστήσωσιν οἱ τότε, τίθησί τι αἰσθητόν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐν ἑπτὰ ἡμέραις καταστραφήσεται ἡ πόλις, ἡσυχαζόντων ὑμῶν, καὶ μηδὲν ἐργαζομένων, ἴσως ἂν πολλοὶ ἠπίστησαν· νυνὶ δὲ καθάπερ ὑποβάθραν τινὰ τῇ διανοίᾳ τῇ ἀνθρωπίνῃ τὰ ἐπιτάγματα ταῦτα ὑποτίθησι. Καὶ ἵνα μὴ νομίσητε στοχασμόν τινα εἶναι τὸ λεγόμενον, ἱστορίαν τινὰ ὑμῖν παλαιὰν 55.173 πιστουμένην τὸν λόγον διηγήσασθαι βούλομαι. Νεαιμάν τις ἦν Σύρος. Οὗτος ὑπὸ λέπρας ἁλοὺς, καὶ αἰσχυνόμενος τῷ πάθει, ὡς ὑπὲρ μεγίστων κινδυνεύων, ἔρχεται εἰς τὴν Παλαιστίνην δεῖ γὰρ ἐπιτεμεῖν τὸν λόγον, λύσιν βουλόμενος εὑρεῖν τοῦ κακοῦ παρὰ τοῦ προφήτου. Ἐλθὼν τοίνυν, καὶ πρὸς τῇ θύρᾳ τοῦ ἀνδρὸς στὰς, ἐκάλει τὸν ἰατρόν. Ὁ δὲ ὑπήκουσε μὲν, οὐ μὴν ἐξῆλθεν, ἀλλ' ἀπέστειλε πρὸς αὐτὸν κελεύων βαπτίζεσθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ. Ὁ δὲ ἐπειδὴ τὸ πρόσταγμα ἦν κοῦφον, πολὺ τὸ αἰσθητὸν ἔχον, καὶ οὐχ ὑψηλῆς δεόμενον διανοίας, οὐκ ἐπείσθη. Ἀλλὰ τί φησιν; Ἐγὼ ἔλεγον, ὅτι ἐξελεύσεται καὶ ἐπιθήσει αὐτοῦ τὴν χεῖρα, καὶ ἐπικαλέσεται τὸν Θεὸν αὐτοῦ, καὶ ἀποσυνάξει τὴν λέπραν. Ὁρᾷς τὴν ψυχὴν, πῶς αἰσθητοῦ τινος ἐδεήθη σχήματος; Τὸ γὰρ μὴ νομίσαι τοῦ ἰατροῦ τὸ πρόσταγμα ἀρκεῖν, ἀλλὰ δεηθῆναι χειρὸς, τῆς ἀσθενείας ἦν τοῦ θεραπευομένου. Πολλὰ δὲ καὶ ἕτερα ἐντεῦθεν ἡμῖν λύεται. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ πανταχοῦ λόγῳ ἰᾶται, ἀλλὰ καὶ τῇ χειρί· καὶ γὰρ ἔβαλε τὴν χεῖρα εἰς τὸ στόμα καὶ εἰς τὴν γλῶτταν· καὶ ἀλλαχοῦ μὲν λόγῳ μόνῳ, ἀλλαχοῦ δὲ θελήματι πάντα ποιῶν, τοὺς προσιόντας ἰᾶτο. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίει; ∆ιὰ τὴν ἀσθένειαν τῶν προσιόντων. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν τοῦτο ἐγίνετο, τοὺς μὴ δεομένους τῶν τοιούτων ἐπῄνει. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον· ἐπειδήπερ αὐτὸν οὐχ εἵλκυσεν εἰς τὴν οἰκίαν ὁ ἑκατόνταρχος, ἀλλ' ἔφησεν ἀρκεῖν αὐτοῦ τὸ πρόσταγμα. Ἐπὶ οὖν Ἐζεκίου οὐδὲν τοιοῦτον γίνεται, ἀλλὰ πόῤῥησις μόνη, καὶ οὐδὲν ἀνθρώπινον παρελαμβάνετο· διά τοι τοῦτο καὶ ἐπὶ τοῦ τὴν γυναῖκα ζηλοτυποῦντος παχύτερόν τι πρᾶγμα ἐπετάττετο. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν ἐκλαβεῖν τοῦτο Πάντα γὰρ ταῦτα τύποι συνέβαινον ἐκείνοις, φησίν· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν, ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ τῶν ἐναντίων τείχη καταβάλλοντας, καὶ τοὺς λαοὺς ὡπλισμένους τῇ τοῦ Ἰησοῦ παντευχίᾳ. Ὁ δὲ τῶν ἑπτὰ ἡμερῶν ἀριθμὸς τὸ σάββατον ἡμῖν προδιαλύει. Οὐ γὰρ προηγουμένως ἐδόθησαν αἱ τοιαῦται τοῦ νόμου ἐντολαί. ∆ιὰ τοῦτο περὶ μὲν τῶν θυσιῶν φησι· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ πάλιν· Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσι τὰς ἁμαρτίας