141
ἐκληρονόμησαν τὴν γῆν. Οὐδὲ ὁ βραχίων αὐτῶν ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἄλλος φησί· Τὸ φῶς. Ὅτι ηὐδόκησας ἐν αὐτοῖς. Καὶ μὴν ὡπλισμένοι πάντες ἐκράτουν ἐν τοῖς πολέμοις· ὡπλισμένοι μὲν, ἀλλ' οὐκ ἦν ὅπλων τὸ ἔργον, ἀλλὰ τοῦ στρατηγοῦντος Θεοῦ. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς φαίνει τὴν συμβουλὴν, παραινῶν τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν; Πῶς δὲ τὸ πρᾶγμα κληρονομίαν καλεῖ, τῶν πατέρων, καὶ τῶν πάππων, καὶ τῶν ἐπιπάππων οὐ κατεσχηκότων τὴν γῆν, ἀλλ' ἐν ἑτέρῳ δαπανηθέντων καιρῷ; Ὅτι πρὸς τοὺς πατέρας ἦν ἡ ὑπόσχεσις. ∆εῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ, Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Εἰπὼν δὲ δεξιὰν καὶ βραχίονα, ἐπειδὴ παχυτέρων ἐμνήσθη λέξεων, ὅρα πῶς ἀνάγει τὸν λόγον, πάλιν ἐπάγων, καὶ λέγων· Καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, τουτέστιν, ἡ ἀντίληψις, ἡ πρόνοια. Τὸ γὰρ βουληθῆναι, τὸ παρεῖναι ἤρκεσε μόνον αὐτοῖς. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ηὐδόκησας ἐν αὐτοῖς· τουτέστιν, ὅτι ἠγάπησας αὐτοὺς, ὅτι ἐβουλήθης. Ὥστε χάριτος ἦν, οὐ κατορθωμάτων τὰ πράγματα, οὐδὲ ἐξ οἰκείας ἀρετῆς ἐπέτυχον, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. Ἄλλος, Ἔντειλαι περὶ τῆς σωτηρίας τοῦ Ἰακώβ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; Πολλὴ μὲν πρὸς τὰ εἰρημένα. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἡμεῖς ἐκείνων ἔγγονοι, καὶ σὺ ὁ Θεὸς ὁ αὐτὸς, ὁ καὶ τότε καὶ νῦν ἐκεῖνα ἐργασάμενος. Πόθεν οὖν ἡ τοσαύτη μεταβολή; Οὐ γὰρ δὴ ἄλλος μὲν ἐκεῖνος ὁ Θεὸς, ἄλλος δὲ σὺ, ἀλλὰ σὺ εἶ ὁ αὐτός. ʹ. Οὐδὲ αὖ πάλιν σὺ μὲν εἶ ὁ αὐτὸς, ἐγὼ δὲ ἄλλον ἐπιγράφομαι Θεόν· ἀλλὰ Σὺ εἶ ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Οὐκ ἀπεπηδήσαμέν σου τῆς ἀρχῆς, οὐκ ἐπεγραψάμεθα προστάτην ἕτερον. Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ· τουτέστι, καὶ ὁ Θεὸς ὁ αὐτὸς, καὶ ἡ πρόνοια ἡ αὐτή. Πόθεν οὖν ἡ μεταβολὴ τῶν πραγμάτων; Τί δέ ἐστιν, Ὁ ἐντελλόμενος; Ὁ κελεύων, ὁ παραγγέλλων σώζεσθαι τὸν Ἰακώβ. Ἐνταῦθα πάλιν τὴν εὐκολίαν τῆς συμμαχίας παρίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ' ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βουλόμενος. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα. Τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἄλλος δέ φησι, Τοὺς θλίβοντας ἡμᾶς κερατιοῦμεν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσο 55.176 μεν τοὺς ἐπανισταμένους ἡμῖν. Ἄλλος φησὶ, Συμπατήσομεν. Τί λέγω, φησὶν, Ἐν σοί; Ἀρκεῖ τὸ ὄνομά σου καλέσαι μόνον, καὶ πάντα ἀνύσαι μεθ' ὑπερβολῆς. Οὐδὲ γὰρ εἶπε, Κρατήσομεν, ἢ, Περιεσόμεθα, ἀλλ', Ἐξουδενώσομεν, οὐδὲ ἡγησόμεθα αὐτούς τι εἶναι, φησὶν, οὐδὲ φοβηθησόμεθα, ἀλλ' ὡς οὐδὲν ὄντας διώξομεν. Ὅπερ δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Καταπατήσομεν· τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φόβου μάχην δεικνύς. Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ. Ἄλλος φησὶ, Πέποιθα. Καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Καὶ τίνος ἕνεκεν κέχρησαι τούτοις; τί δὲ καθοπλίζῃ, καὶ τόξον καὶ μάχαιραν μεταχειρίζῃ; Ὅτι οὕτως ἐκέλευσεν ὁ Θεός· διὰ δὴ τοῦτο κέχρημαι μὲν αὐτοῖς, τὸ δὲ πᾶν ἐπ' αὐτὸν ῥίπτω. Οὕτω πολεμεῖν τοῖς αἰσθητοῖς ἐχθροῖς ἐπαιδεύοντο ἀπὸ τῆς ἄνωθεν ῥοπῆς φραττόμενοι, οὕτω τοῖς νοητοῖς Καὶ σὺ τοίνυν, ὅταν τῷ διαβόλῳ πολεμῇς, λέγε. Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ· τουτέστιν, οὐ τῇ ἐμῇ ἰσχύϊ, οὐδὲ ταῖς ἐμαῖς δικαιοσύναις, ἀλλὰ τῷ ἐλέει τοῦ Θεοῦ. Οὕτω καὶ ∆ανιὴλ ἔλεγεν· Οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἐπιῤῥίπτομεν ἡμεῖς τὸν ἔλεον ἡμῶν ἔμπροσθέν σου. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Ἄλλος, Ὅτι ἔσωσας ἡμᾶς. Τί δεῖ