144
ποιοῦντες τοὺς ὄντας μετ' αὐτῶν. ∆ιὸ δὴ τοῦ ∆ανιὴλ καὶ τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· οὗτοι λέγουσιν· 55.179 Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου· ἐπαίροντες τὰ φρονήματα τῶν συστρατιωτῶν. Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς. ηʹ. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔλεγον, τοῦτο καὶ νῦν φημι, ὅτι ἐν εὐχῆς τάξει τὰ φρονήματα αὐτῶν ἀλείφουσιν, ὡσανεὶ πρὸς αὐτοὺς ἔλεγον· Τίνος ἕνεκεν ἀπεγνώκατε τῆς σωτηρίας; Θεὸν ἔχομεν τὸν προϊστάμενον ἡμῶν· εἰ καί τι ἡμῖν ἡμάρτηται, δίκην ἔδομεν ἱκανήν· ἐν τοῖς πειρασμοῖς ἑστήκαμεν γενναίως· τὸν ἀεὶ καὶ ἁμαρτωλῶν προϊστάμενον ὁδηγὸν ἔχομεν· διὸ πάντοθεν δεῖ τὸ τέλος προσδοκᾷν χρηστόν. Τί δέ ἐστιν, Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου; Τουτέστιν, Οὐκ ἠδικήσαμεν περὶ ταῦτα, ἃ ἐπιστεύθημεν, ἀλλ' ἐφυλάξαμεν μετὰ ἀκριβείας. Καὶ γὰρ μεγίστη ἀδικία ἐστὶν, ὅταν τὸν νόμον τις παραβαίνῃ τὸν ἀμύνοντα, τὸν οὐκ ἐῶντα οὐδὲ παρὰ τῶν πλησίον ἀδικεῖσθαι, καὶ τὴν κακίαν κωλύοντα· ὅταν περὶ τὸν τοσαῦτα παρέχοντα ἀγαθὰ ἀγνωμονῇ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἄλλος φησὶν, Οὐκ ἀπεχώρησε. Καὶ οὐκ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ἄλλος φησὶν, Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς. Ἄλλος, Καὶ οὐκ ἀπεστράφη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ οὐκ ἔκλινε βήματα ἡμῶν. Ὅπερ ἔμπροσθεν εἴρηκε, τοῦτο καὶ ἐνταῦθα λέγει, ὅτι ἐν τοσούτῳ κλύδωνι κακῶν οὐδὲ μικρὸν παρεσαλεύθησαν. Καλῶς δὲ οὕτως εἶπεν. Ὥσπερ γὰρ ὁ νόμος εἰς τὰ ἔμπροσθεν ἄγει, οὕτως ἡ παρανομία εἰς τὰ ὀπίσω μεθίστησι· καὶ ὥσπερ ὁ νόμος τὴν ὀρθὴν ὁδὸν βαδίζειν κελεύει, οὕτως ἡ παρανομία πρὸς τὴν ἔρημον καὶ ἄβατον τὸν ἄνθρωπον μεθίστησιν. Ὁδὸν οὖν τὸν νόμον φησὶν ἐνταῦθα. Τὸ δὲ, Ἐξέκλινας, ὅπερ οἱ ἄλλοι λέγουσιν· Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου· ὁ Ἑβραῖός φησιν· Οὐαθὲτ ἀσουρενοῦ μενὶ ὄραχ· εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα βουληθείη τις ἑρμηνεῦσαι, καὶ οὐ κατὰ τοὺς ἄλλους, τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, τοῦτό ἐστιν, ὅτι Ἀπῴκισας τοῦ ναοῦ σου, καὶ ἐν ἀλλοτρίᾳ εἶναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιτελεῖσθαι. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἄλλος φησὶν, Ἀοικήτῳ. Ἄλλος, Ἐν τόπῳ Σειρήνων. Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Ἄλλος λέγει, Ἐπώμασας ἡμᾶς. Αὕτη μοι δοκεῖ ἡ ἀνταπόδοσις πρὸς τὰ ἄνω εἶναι, ἐν οἷς τὰ κακὰ διηγοῦνται λέγοντες, Ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος· Ὅτι ἐταπείνωσας ἡμᾶς. Εἰ μέντοι πρὸς τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, λάβοι τις αὐτὸ, ἐνταῦθα ἀκολουθίαν ἔχει κατὰ τὴν ἔννοιαν, ἣν εἰρήκαμεν. ∆ηλοῖ γὰρ πῶς ἐκ τῶν τρίβων αὐτῶν ἀπώσατο αὐτοὺς, τῆς πολιτείας λέγω καὶ τῶν νομίμων, τὸ εἰς τόπους ἐρήμους ἀπαγαγεῖν, καὶ μεταξὺ πολεμίων ἀφεῖναι. Τοῦτο γάρ ἐστι τὸ, Ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου· τοὺς κινδύνους λέγων τοὺς θάνατον τίκτοντας, καὶ ὧν πλησίον οἱ θάνατοι, ὥσπερ καὶ ὠδῖνας θανάτου καὶ πύλας ᾅδου ἡ Γραφὴ καλεῖ. Καὶ τὸ ἄφυκτον τῶν δεινῶν διά τε τῆς σκιᾶς καὶ τῆς ἐπικαλύψεως ἐνταῦθα παρίστησιν, οὐδὲ ἥντινα διάλυσιν εὑρεῖν, οὐδὲ ἀνα 55.180 πνοὴν μικρὰν δυνάμενα. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τὸ κακῶς πάσχοντας μένειν τὸν δεσπότην θεραπεύοντας· ταῦτα φιλοσοφίας διδάγματα. Ἐνταῦθα καὶ τοὺς ἀκούοντας παιδεύουσι, μὴ ὑποκρίνεσθαι, ἀλλ' ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν θεραπεύειν. Οἶδε γὰρ, φησὶ, τὰ ἀπόῤῥητα τῆς διανοίας. Ταῦτα δὲ λέγουσι φοβοῦντες αὐτοὺς, ὥστε μηδὲν