145
λογίσασθαι ἀνάξιον Θεοῦ. Ὅρα καὶ τὴν ἐπίδοσιν ἀρετῆς πολλήν· ἐπάγει γὰρ λέγων· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Μέγα μὲν γὰρ καὶ τὸ μένειν θεραπεύοντας τὸν Θεὸν, καὶ μὴ πρὸς ἕτερον ἀποπηδῆσαι· τὸ δὲ πολλῷ μεῖζον, τὸ συνεχῶν θανάτων καὶ καθημερινῶν κινδύνων ἐπικειμένων διατηρεῖν τὴν τοιαύτην ἀγάπην. Καὶ ἐννόησον ὅσον φιλοσοφίας εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ κέχρηται, τὰς νιφάδας τῶν ἀποστολικῶν κινδύνων ἀπαριθμούμενος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. Πόσων οὖν ἂν εἶεν ἄξιοι στεφάνων οὗτοι, ὅταν ἐν τῇ Παλαιᾷ φαίνωνται πρὸς τὸ μέτρον φθάσαντες τῶν ἐν τῇ Καινῇ ἀγωνισμάτων; Ὃ γάρ φησιν ὁ Παῦλος, Καθ' ἡμέραν ἀποθνήσκω, τοῦτο καὶ οὗτοι, οὐχὶ τῇ πείρᾳ, οὔτε τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ. ∆ιὰ τί δέ φησιν, Ἕνεκεν σοῦ; Ὅτι ἐξῆν ἡμῖν, φησὶ, μετατάξασθαι, καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ' αἱρούμεθα πάσχειν κακῶς μᾶλλον, καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν μετὰ τὸ τῶν πατρῴων ἐκπεσεῖν. Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Οὕτως ἡμᾶς εὐκόλως, φησὶν, ἀναιροῦσιν. Ἐνταῦθα δὲ καὶ τὴν ἐπιείκειαν αὐτῶν ἐνδείκνυται. Ἀλλ' ὅμως οὕτως εὐκόλως προκείμενοι, μένομεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἄξιον ἐκπλαγῆναι, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ' ἡμέραν ἀποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἄλλος φησὶν, Ἵνα τί ὡς ὑπνῶν εἶ; Ἄλλος,Ἐξυπνίσθητι. Ἄλλος, Ἐξύπνισον. Ἀνάστηθικαὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἕτερος, Κρύπτεις. Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Ἄλλος, Τῆς κακίας ἡμῶν; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ∆ύνασαι λῦσαι τὰ κακά· οὐδὲ γὰρ παρὰ ἀσθένειαν σὴν ταῦτα γίνεται, ἀλλὰ παρὰ τὴν συγχώρησιν. Ὕπνον γὰρ ἐνταῦθα τὴν ἡσυχίαν φησὶ, καὶ ἀνάστασιν τὴν ἀνταπόδοσιν, καὶ πρόσωπον τὴν ἀντίληψιν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν συμμαχίαν. θʹ. Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ὅρα πάλιν εὐγνωμοσύνην. Οὐκ εἶπε, Τῶν κατορθωμάτων· οὐκ εἶπε, Τῆς ἀπεριτρέπτου γνώμης· οὐκ εἶπε, Τῆς ἐν πειρασμοῖς δοκιμασθείσης ψυχῆς· ἀλλ' ὅτε μὲν ὑπὲρ ἑαυτῶν ἀπολογοῦνται, ἐκεῖνα τιθέασιν· ὅταν δὲ τὴν συμμαχίαν ζητῶσιν, ἀφ' ὧν οἱ κατάδικοι, ἀπὸ τούτων ἀξιοῦσι σώζεσθαι. Ἐπειδὴ δίκην ἔδοσαν, φησὶν, ἐπειδὴ τὰ ἔσχατα πεπόνθασι. Τοῦτο καὶ Παῦλος ποιεῖ πολλάκις, καὶ ἕτεροι τῶν προφητῶν. Καὶ ταῦτα 55.181 ἔλεγον οὗτοι, οὐδέπω περὶ γεέννης εἰδότες οὐδὲν, οὐδὲ περὶ βασιλείας, οὐδὲ τοιαῦτα διδαχθέντες φιλοσοφεῖν, καὶ πάντα ἔφερον ῥᾳδίως. Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν· Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν· τουτέστι, τῆς κακώσεως, λέγει λοιπὸν τὴν κάκωσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα. ∆ικαίως δ' ἄν τις εἴποι καὶ τῶν τοῖς παροῦσι προστετηκότων τὴν ψυχὴν, εἰς χοῦν τεταπεινῶσθαι, καὶ τῶν γαστριμάργων εἰς τὴν γῆν τὴν γαστέρα κεκολλῆσθαι. Καὶ γὰρ ὁ ἔρωτι προσδεδεμένος, καὶ πρὸς τὸν πηλὸν κεχηνὼς, καὶ τὴν ἀσώματον δύναμιν τὴν ἐν αὐτῷ καταδουλῶν τῇ σποδῷ, εἰκότως ἂν ταῦτα λέγοιτο πάσχειν. Τί γάρ ἐστιν ἄλλο κάλλος σώματος, ἀλλ' ἢ χοῦς καὶ πηλὸς, μᾶλλον δὲ καὶ τούτων εἰδεχθέστερον; Εἰ δὲ ἀπιστεῖς, περιεργάζου τοὺς τάφους τῶν ἀνθρώπων, καὶ ὄψει τὸν πηλὸν καὶ τὴν κόνιν. Ὅταν γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται ὅπερ ἐστί· μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς. Ὅταν γὰρ τὸ γῆρας ἐπέλθῃ, ὅταν ἡ νόσος ἐπισκήψῃ, τότε ὄψει τὸ φαινόμενον· πηλὸς γάρ ἐστιν· ἀλλ' ὡς σοφὸς δημιουργὸς, καὶ ἐξ εὐτελοῦς ὕλης κάλλος ἀμήχανον ἐποίησεν ἐπιγενέσθαι, οὐχ ἵνα