151
ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι. δʹ. Εἰ δὲ βούλει μαθεῖν καὶ σὺ τὴν χάριν, ἄκουε τῶν ἐπιταγμάτων αὐτοῦ τὸν ὄγκον, καὶ ὄψει ταύτης τὴν δύναμιν. Ἐὰν μή τις ἀποτάξηται πᾶσιν, ἔτι δὲ 55.188 μισήσῃ καὶ τὴν ἑαυτοῦ ψυχὴν, φησὶν, οὐκ ἔστι μου ἄξιος. Ἀλλ' ὅμως ἴσχυσεν ὁ λόγος ἔργον γενέσθαι· τοσαύτη ἦν αὐτοῦ ἡ χάρις. Καίτοι τί ψυχῆς οἰκειότερον; Ἀλλὰ καὶ αὕτη καταπεφρόνηται διὰ τὸ πρόσταγμα τὸ ἐκείνου. Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς. Ὅπερ γὰρ ἔφθην εἰπὼν, περὶ τῆς σαρκὸς ὁ λόγος ἐστὶ, τῆς χείλη ἐχούσης, περὶ τῆς δεχομένης τὴν χάριν, περὶ τῆς δεχομένης τὴν εὐλογίαν. Ὁ γὰρ Θεὸς εὐλογίας οὐ δεῖται, οὐδὲ χάριτος· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ πάλιν· Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Καὶ πάλιν· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τὸ γὰρ, Οὕτω, καὶ τὸ, Ὁμοίως, καὶ τὸ, Καθὼς, ἀπαραλλαξίας ἐστίν. Ἀλλ' ἐνταῦθα περὶ τῆς οἰκονομίας ὁ λόγος. Ἀκούομεν δὲ καὶ αὐτοῦ πάλιν λέγοντος· ∆ιὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἆρα οὖν πρὸ τούτου αὐτὸν οὐκ ἠγάπα; Πῶς οὖν ἔλεγεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός; Ἀλλὰ θέλων δεῖξαι τὸ μέγεθος τοῦ κατορθώματος, τοῦτο τέθεικεν. Ὥσπερ οὖν ἐκεῖ ἡ αἰτιολογία ἔχει τινὰ αἰτίαν, οὕτω καὶ ἐνταῦθα ἡ αἰτία δήλη. ∆ιὰ γὰρ τοῦτο προλαβὼν εἶπεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου· καὶ, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα· εἰς τὸν τῆς οἰκονομίας ἕλκων λόγον, ἵνα ὅταν μέλλῃ τι πάλιν λέγειν τῆς αὐτοῦ ἀξίας καταδεὲς, μὴ καταπέσῃς, ἀλλ' ἴδῃς περὶ τίνος ὁ λόγος. Οὕτω καὶ ὁ Ἰακὼβ τὴν οἰκονομίαν δηλῶν μετὰ τὸ πολλὰ εἰπεῖν ἔλεγε· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὀδόντας δὲ ἡ θεότης οὐκ ἔχει. Καὶ ἄλλος προφήτης φησί· Πατάξει τὴν γῆν λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι χειλέων ἀνελεῖ ἀσεβῆ· τὰ αὐτὰ τῷ Παύλῳ φθεγγόμενος λέγοντι· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ἵν' οὖν μὴ ἀκούσας σὺ ταῦτα καταφρονήσῃς, δείκνυσί σοι τῆς θεότητος τὴν ἰσχύν. Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων μὴ γένοιτο, ἀλλὰ τὴν ἕνωσιν δεικνύς. ∆ιὰ τοῦτό φησιν· Εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τίς δὲ τῆς εὐλογίας ὁ τρόπος; Ἄγγελοι, ἀρχάγγελοι παρεστήκασι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, αἶνον ἀναπέμποντες· πᾶσα ἡ γῆ ἀπὸ περάτων εἰς τὰ πέρατα δοξολογεῖ καὶ ὑμνεῖ καὶ εὐφημεῖ τὸν σαρκωθέντα Θεόν. Ὁ μὲν γὰρ πρῶτος Ἀδὰμ μυρίας ἐνεπλήσθη κατάρας· οὗτος δὲ ἀπεναντίας ἐκείνῳ πολλῆς τῆς εὐλογίας. Ἐκεῖνος ἤκουσεν, Ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου· καὶ ὁ μετ' ἐκεῖνον πάλιν, καὶ, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· καὶ, Ἐπικατάρατος, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· καὶ, Ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου. Ὁρᾷς πόσαι κατάραι; Τούτων ἠλευθέρωσέ σε ὁ Χριστὸς, γενόμενος κατάρα. Ὥσπερ γὰρ ἐταπείνω 55.189 σεν ἑαυτὸν, ἵνα σὲ ὑψώσῃ, καὶ ἀπέθανεν, ἵνα σὲ ἀθάνατον ἐργάσηται· οὕτω καὶ κατάρα ἐγένετο, ἵνα σὲ εὐλογίας ἐμπλήσῃ. Τί τῆς εὐλογίας ταύτης ἴσον, ὅταν διὰ κατάρας εὐλογίαν χαρίζηται; Οὐ γὰρ αὐτὸς ἐδεήθη εὐλογίας, ἀλλὰ σοὶ ταύτην δίδωσιν. Ὥσπερ γὰρ ὅταν εἴπω, ὅτι ἐταπεινώθη, οὐ μεταβολὴν λέγω, ἀλλὰ τῆς οἰκονομίας τὴν συγκατάβασιν· οὕτω καὶ ὅταν εἴπω ὅτι ηὐλογήθη, οὐ τοῦτο λέγω, ὅτι ἐδεήθη εὐλογίας, ἀλλὰ πάλιν τῆς οἰκονομίας δείκνυμι τὴν συγκατάβασιν. Ηὐλογήθη