152
τοίνυν ἡ ἀνθρωπίνη φύσις. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ κατάρᾳ ὑπόκειται· μᾶλλον δὲ οὐδὲ πρὸ τούτου ὑπέκειτο, ἀλλ' ἀνέλαβε τὴν κατάραν, ἵνα σὲ ταύτης ἀπαλλάξῃ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Ἄλλος, Ζῶσαι μάχαιράν σου ἐπὶ μηρόν. Ἄλλος, Περίθου ὡς μάχαιράν σου ἐπὶ τοῦ μηροῦ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἄλλος φησὶ, Τὸν ἔπαινόν σου καὶ τὸ ἀξίωμά σου. Ἄλλος, Ἐπιδοξότητί σου καὶ διαπρεπείᾳ σου. Τίς ἡ μεταβολὴ, καὶ τίς ἡ μετάστασις τῶν ῥημάτων; Περὶ γὰρ διδασκάλου διαλεγόμενος τοῦτο γάρ ἐστι τὸ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου, ἐξαίφνης ἡμῖν βασιλέα καθωπλισμένον ὑπογράφει, καὶ οὐκ ἐν τάξει προφητείας, ἀλλ' ἐν τάξει ἱκετηρίας. Οὐ γὰρ εἶπε· Περιζώσεται τὴν ῥομφαίαν αὐτοῦ· ἀλλὰ ἀξιοῖ, καί φησι, Περίζωσαι τὴν ῥομφαίαν σου. Εἶτα καὶ τῇ ὁπλίσει ταύτῃ κάλλος ἀναμίγνυσι, νῦν μὲν ὁπλίτην δηλῶν, νῦν δὲ ὡραϊζόμενον· Τῇ γὰρ ὡραιότητί σου, φησὶ, καὶ τῷ κάλλει σου. Εἶτα τοξότην· Τὰ βέλη γάρ σου, φησὶν, ἠκονημένα, δυνατέ. Καὶ πάλιν νικητὴν καὶ τροπαιοῦχον· Λαοὶ ὑποκάτω σου, φησὶ, πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Καὶ τοῦτον δὲ αὐτὸν πάλιν εἰσάγει μύροις χριόμενον τὸν ὁπλίτην, καὶ βασιλέα, καὶ τοξότην, καὶ νικητήν· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. εʹ. Τίς οὖν κοινωνία ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ, τόξοις καὶ ὡραϊσμῷ; Τὰ μὲν γάρ ἐστιν εἰρήνης σύμβολα, τὰ δὲ μάχης καὶ παρατάξεως. Τίς οὖν ἐστιν ὁ εἰρηνικὸς ὁμοῦ καὶ πολεμικός; ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος; ὁ προϊὼν ἀπὸ βάρεων ἐλεφαντίνων, καὶ μυρίους βάλλων τῶν ἐχθρῶν, καὶ τοσαύτας ἐργαζόμενος σφαγάς; Πῶς λύσομεν τὴν ἀπορίαν ταύτην; Ἂν γνῶμεν ἀκριβῶς ὅτι καὶ περὶ τοῦ Πατρὸς αὐτοῦ ταῦτα λέγεται. Καὶ γὰρ καὶ αὐτὸν εἰσάγει ὁ Προφήτης ἀλλαχοῦ ὁπλιζόμενον, ὡς ὅταν λέγῃ· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Καὶ πάλιν ἀλλαχοῦ· Ἐνδύσεται θώρακα δικαιοσύνην. Ὅρα δὲ καὶ αὐθεντίαν τὴν αὐτήν. Ὥσπερ γὰρ ἐκεῖ φησι, Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, οὐ παρά τινος κελευσθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ· οὕτω καὶ ἐνταῦθα, Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου 55.190 πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχ ἑτέρωθεν, φησὶν, ἐνέργειαν δέχῃ, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖς. Ἄκουε δὲ καὶ αὐτοῦ λέγοντος τοῦ τῆς εἰρήνης Θεοῦ πρὸς τοὺς μαθητάς· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Καὶ πάλιν· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; Οὗτος δὲ περὶ αὐτοῦ λέγων, πῶς ἥξει φησί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ταῦτα λέγω, ἵνα διεγηγερμένοι ἦτε, καὶ τὰ ἀπὸ τῶν λέξεων σημαινόμενα μετὰ ἀκριβείας ἐκλαμβάνοντες, λύητε παρ' ἑαυτοῖς καὶ ἀπορίαν. Ταῦτα γὰρ τὰ ὀνόματα τῶν ἐνεργειῶν αὐτοῦ ἐστι σημαντικά. Οὕτω τοίνυν καὶ ἐνταῦθα ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε· καὶ τὰ τόξα καὶ τὰ βέλη. Ὥσπερ γὰρ ὀργίζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει, οὐ πάθος αὐτῷ περιάπτουσα, ἀλλὰ διὰ τῆς λέξεως ταύτης τὴν ἐνέργειαν αὐτοῦ τὴν κολαστικὴν παριστῶσα, καὶ τῶν παχυτέρων καθαπτομένη· οὕτω καὶ τὰ ὅπλα λέγουσα τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι' ἑαυτῶν, ἀλλὰ δι' ἑτέρων ὀργάνων τιμωρούμεθα, θέλων δεῖξαι τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν, διὰ τῶν γνωρίμων ἡμῖν ὀνομάτων ἐδήλωσεν, οὐχ ἵνα ὅπλα περὶ Θεὸν νοήσωμεν, ἀλλ' ἵνα ἐμφαντικώτερον τὴν κόλασιν αὐτοῦ ἀκούσωμεν. Ἀλλὰ πολλοὶ, φησὶν, ἐντεῦθεν