157
ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καίτοι οὐχ ἡ θεότης ἦν ἀπὸ τῆς Βηθλεὲμ, ἀλλ' ἡ σάρξ. Ἀλλ' οὐκ ἐναπέμενε τούτῳ μόνῳ, ἀλλὰ καὶ ἀνέβη πρὸς τὴν θεότητα, λέγων· Καὶ ἡ ἔξοδος αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ ὁ Ἡσαΐας πάλιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ὁρᾷς πῶς καὶ οὗτος ἀπὸ τῆς σαρκὸς πρὸς τὴν θεότητα ἀνέβη; Καὶ πάλιν ἀλλαχοῦ σκόπει τοῦτο αὐτὸ γινόμενον· φησὶ γάρ· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁρᾷς πῶς πάλιν ἀπὸ παιδίου, καὶ τῆς κατὰ σάρκα οἰκονομίας, ὥσπερ διά τινων βαθμῶν ἀναβαίνων ἵσταται περὶ τὴν θεότητα; Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ ἐγνωρίσθη ἀπὸ τῆς κτίσεως πρῶτον. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς σχηματίζει πολλάκις ἑαυτὸν εἰς αἰσθητὴν ὄψιν, κατὰ μικρὸν ἀνάγων τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τὰς ἀσωμάτους ἐννοίας. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν δογμάτων οὕτως ἐχρήσατο τῇ οἰκονομίᾳ, ὅπου γε καὶ ἐπὶ τῶν παραγγελμάτων καὶ ἐπὶ τῶν ἐντολῶν αὐτὸ τοῦτο ποιεῖ; ∆ιὰ δὴ τοῦτο καὶ 55.196 ὁ προφήτης οὕτως ἐνταῦθα κέχρηται τῷ λόγῳ, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὴν θεότητα ἀναβαίνων τὰ γὰρ χείλη τῆς σαρκός ἐστι, καὶ ἀπὸ τῆς θεότητος πάλιν ἐπὶ τὴν σάρκα κατελθὼν, καὶ τῇ ποικιλίᾳ τοῦ λόγου πρὸς τὴν τῶν κατηχουμένων χρώμενος σωτηρίαν. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· θρόνον ἐνταῦθα οὐ θρόνον ἁπλῶς λέγων, ἀλλὰ τὴν βασιλείαν. Ἐνταῦθα μὲν αἰώνιον λέγει, ἀλλαχοῦ δὲ ὑψηλόν· Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ. Καὶ πάλιν· Ὅτι ὑψηλός σου ὁ θρόνος. Καὶ ἄλλος δὲ προφήτης βλέπει καθήμενον ἐπὶ θρόνου δόξης· ὁ δὲ ∆αυῒδ καὶ φιλανθρωπίας τὸν θρόνον δείκνυσιν· Ἔλεος γὰρ, φησὶ, καὶ κρίσις κατόρθωσις τοῦ θρόνου αὐτοῦ. θʹ. Ταῦτα δὲ πάντα περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος τοῦτο γάρ ἐστιν εἰς αἰῶνα αἰῶνος, ὅτι ἔνδοξος, ὅτι ὑψηλὴ, ὅτι κραταιὰ καὶ ἰσχυρά. Πάλιν ὅτι ἄναρχος, ὅταν λέγῃ· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Ὥσπερ οὖν ὁ θρόνος τῆς βασιλείας σύμβολον, οὕτω καὶ ἡ ῥάβδος καὶ τῆς βασιλείας, καὶ τῆς δικαστικῆς ἐξουσίας. ∆ιό φησι· Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν ἐκεῖ τὸ ὀρθὸν, οὐδὲν ἐκεῖ ἐπισκιαζόμενον. Ἀκουέτωσαν οἱ μαινόμενοι, καὶ παραπλῆγες· μᾶλλον δὲ οἱ τούτων χείρους. Τίνες δέ εἰσιν οὗτοι; Οἱ τῇ τοῦ Θεοῦ προνοίᾳ ἐγκαλοῦντες, καὶ λέγοντες· ∆ιὰ τί τὸ καὶ τὸ οὕτω γέγονε; Πῶς γὰρ οὐκ ἄτοπον τέκτονι μὲν παρακαθήμενον, καὶ διακλῶντα ξύλα, καὶ διαπρίζοντα θεώμενον, μὴ ἀπαιτεῖν λόγον, μηδὲ εὐθύνας· καὶ ἰατρὸν τέμνοντα καὶ καίοντα σάρκα, καὶ ἐν οἰκίσκῳ κατακλείοντα, καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μήτε τῶν παρεστώτων τινὰ, μηδὲ αὐτὸν τὸν πάσχοντα περιεργάζεσθαι τὰ γινόμενα· καὶ κυβερνήτην τείνοντα σχοινίον, καὶ χαλῶντα ἱστία, καὶ πάλιν ἀνιέντα καὶ βαπτίζοντα τοῖχον νηὸς, μὴ πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι καθ' ἕκαστον τῶν δημιουργῶν τούτων, ἀλλ' ἡσυχάζειν καὶ σιγᾷν, καίτοι γε πολλάκις αὐτῶν διαμαρτανόντων περὶ τὴν τέχνην· τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν, τὴν κηδεμονίαν τὴν ἀπέραντον ταύτην περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ ποίας ταῦτα οὐ μανίας; Καὶ βοηθῆσαι μὲν, καὶ προέσθαι χρήματα ὑπὲρ ἀδικουμένων, καὶ πενομένων, οὐκ ἂν ῥᾳδίως ἕλοιντο· ἐξετάζουσι δὲ δι' ὅλου, διὰ τί ὁ δεῖνα πένης, διὰ τί ὁ δεῖνα πτωχὸς, διὰ τί ὁ δεῖνα