158
πλούσιος. Πονηρὲ δοῦλε καὶ ἀνόητε, οὐ κύπτεις κάτω, οὐδὲ καταγινώσκεις σαυτοῦ, οὐδὲ ἐπιτίθης χαλινὸν τῇ γλώσσῃ, οὐδὲ καταστέλλεις τὴν διάνοιαν, οὐδὲ ἀφεὶς τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ τὸν βίον στρέφεις τὸν σόν; ∆ιάκυψον εἰς τὰ πεπραγμένα σοι, εἰς τὸ πέλαγος τῶν ἁμαρτημάτων, καὶ εἰ περίεργος εἶ καὶ πολυπράγμων, ἀπαίτησον ἑαυτὸν εὐθύνας τῶν ῥημάτων, τῶν πραγμάτων, ὧν κακῶς εἶπες, ὧν κακῶς ἐποίησας· νῦν δὲ σαυτὸν μὲν ἀνεξέταστον ἀφεὶς, καίτοι γε τῆς ῥᾳθυμίας ταύτης κόλασιν φερούσης, τῆς δὲ πολυπραγμοσύνης σωτηρίαν, τῷ Θεῷ κάθῃ δικάζων, καὶ προστιθείς σου τοῖς ἁμαρτήμασιν. Οὐκ ἀκούεις τοῦ Προφήτου πρὸς αὐτὸν λέ 55.197 γοντος, Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος βασιλείας σου; Καὶ ἑτέρου πάλιν· Τὸ κρίμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται. Εἰ δὲ οὐκ οἶσθα ἀκριβῶς πάντα τὰ τοῦ ∆εσπότου σου, καὶ διὰ τοῦτο αὐτὸν δόξασον, διὰ τοῦτο μάλιστα αὐτὸν προσκύνησον, διὰ τὸ ἄφατον αὐτοῦ τῆς μεγαλωσύνης, διὰ τὸ ἀκατάληπτον αὐτοῦ τῆς προνοίας, διὰ τὸ ποικίλον αὐτοῦ καὶ σοφὸν τῆς κηδεμονίας. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τὰ τρόπαια, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι ἀληθείας αὐτὴν ἐνέπλησεν, ὅτι πραότητος, ὅτι δικαιοσύνης, δεικνὺς ὅτι οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων ἐραστὴς, ὅτι μισοπόνηρος. Ἐπειδὴ τοιοῦτός ἐστιν, φησὶ, διὰ τοῦτο τοιαῦτα αὐτῷ κατώρθωται. Μηδεὶς τοίνυν ἀπιστείτω, φησίν. Ὁ γὰρ κατορθώσας τοσαῦτα, καὶ δυνάμενος καὶ βουλόμενος ταῦτα κατώρθωσε. Τὰ τῆς θεότητος ὑψηλὰ γοῦν αὐτοῦ εἰπὼν, πάλιν ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον, καί φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἄλλος φησὶν, Ἐπὶ τούτῳ ἤλειψέ σε. Ἐπὶ τῷ κατορθῶσαι τὰ εἰρημένα, φησὶν, ἀνομίαν ἐκβαλεῖν, δικαιοσύνην φυτεῦσαι, ποιῆσαι ἅπερ ἐποίησας. Σὺ δὲ μὴ θορυβηθῇς ἀκούων, ὅτι ταῦτα τῷ Πατρὶ λογίζεται. Οὐ γὰρ αὐτὸν ἀποστερῶν τῶν κατορθωμάτων ταῦτά φησιν, ἀλλὰ τὰ τοῦ Παιδὸς τῷ Πατρὶ ἀνατιθεὶς, ὥσπερ καὶ τὰ τοῦ Πατρὸς αὐτοῦ φησιν εἶναι· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά. Ἐπεὶ καὶ περὶ τῆς ἀναστάσεως ὁ μὲν Παῦλος διαλεγόμενος λέγει, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὁ δὲ Ἰωάννης φησί· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἔλαιον ἀγαλλιάσεως; Καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι ἁγίῳ. ∆ιὰ τοῦτο προσέθηκε, Παρὰ τοὺς μετόχους σου· τοῦτο αὐτὸ δηλῶν, ὅτι οὐδεὶς οὕτως ὡς αὐτός. Πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτως δὲ οὐδὲ εἷς· ὥσπερ πολλοὶ ἀμνοὶ, αὐτὸς δὲ ἐξαίρετος· οὕτω πολλοὶ υἱοὶ, αὐτὸς δὲ ὁ Μονογενής. Πάντα γὰρ τὰ αὐτοῦ ἐξαίρετα, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας· πνεύματι γὰρ οὐδεὶς ἐχρίσθη τοιούτῳ. Εἰ δὲ ἔλαιον αὐτὸ καλεῖ, μὴ θαυμάσῃς· προφήτης γὰρ ὢν, αἰνιγματωδέστερον διαλέγεται. Καὶ καλῶς εἶπεν, Ἀγαλλιάσεως, ἵνα δείξῃ, ὅτι εὐφροσύνης. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Ἄλλος δὲ, Ἐλαίῳ ἀγλαϊσμοῦ, εἶπεν. Ὁ δὲ ἙβραῖοςΣασὼν, τουτέστι, καλλωπισμοῦ, δόξης, κόσμου. Εἰ δὲ καὶ εὐφροσύνης, καὶ τοῦτο ἀληθές. Ὥσπερ οὖν ῥομφαίαν ἀκούσας, οὐ ῥομφαίαν νοεῖς, καὶ βέλη καὶ τόξα, οὐ τόξα καὶ βέλη, ἀλλὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν τὰ τοιαῦτα κατορθώσασαν, ἅπερ προεῖπον· οὕτω καὶ ἔλαιον ἀκούσας, μὴ ἁπλῶς ἔλαιον νόμιζε, ἀλλὰ τὴν χρῖσιν νόει. Καὶ γὰρ τὸ ἔλαιον σύμβολον τοῦ Πνεύματος ἦν, καὶ τὸ προηγούμενον καὶ ἀναγκαῖον τὸ Πνεῦμα ἦν. 55.198 Τούτου τοίνυν τοιούτου ὄντος μηδὲν ἀμφίβαλλε Χριστὸν αὐτὸν καλεῖν, ἐπεὶ καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ' οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν· ὥσπερ ὅταν λέγῃ· Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ' αὐτόν. Μετόχους δὲ