159
ἐνταῦθα πάντας καλεῖ τοὺς πνευματικοὺς, καθάπερ Ἰωάννης φησίν· Ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν· περὶ δὲ αὐτοῦ, Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα ὁ Θεός. Καὶ πάλιν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ἐκεῖ δὲ οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ' ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διὸ καὶ ἔφησεν· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἄλλος, Εἰς τὸν ἱματισμόν σου. Ἄλλος, Πάντα τὰ ἱμάτιά σου. ιʹ. Τινὲς μὲν οὖν φασι, τὸν τάφον αἰνίττεσθαι διὰ τούτων τὸν προφήτην, ἄλλοι δὲ, τὸ ἐνηλλαγμένον τῆς χρίσεως δηλοῦν. Οὐ γὰρ ἐκ τούτων τῶν μύρων τὸ χρῖσμα συνέκειτο τὸ παλαιὸν, ἀλλ' ἐξ ἑτέρων. Καὶ ἵνα μάθῃς, ὅτι ἕτερος χρίσεως τρόπος οὗτός ἐστι, τῇ διαφορᾷ τῶν ὑλῶν τὴν διαφορὰν τῆς ἐνεργείας ἐδήλωσε. Τὸ δὲ, Ἀπὸ τῶν ἱματίων σου, δείκνυσιν, ὅτι καὶ τὰ ἱμάτια αὐτοῦ τῆς χάριτος ἔγεμεν. Οὕτω γοῦν ἡ αἱμόῤῥους τοὺς τῶν αἱμάτων ἔπτησε κρουνοὺς, τοῦ κρασπέδου ἁψαμένη. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἐκληπτέον, οὐδεὶς κωλύει λόγος· ἀμφότερα γὰρ ἐμοὶ ἀποδεκτά. Ὥσπερ οὖν οὐδὲν γὰρ κωλύει πάλιν τὰ αὐτὰ λέγειν τόξον καὶ ῥομφαίαν ἀκούων. καὶ ὅσα τοιαῦτα, οὐκ αἰσθητῶς ἀκούεις· οὕτω μηδὲ σμύρναν, μηδὲ κασσίαν ἀκούσας, αἰσθητῶς νοήσῃς, ἀλλὰ νοερῶς. Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ἄλλος φησὶν, Ἀπὸ ναῶν ἐλεφαντίνων, ὅθεν εὔφρανάν σε, ἐν τῷ τιμᾷν σε. Ἄλλος, Ἐν τοῖς ἐνδόξοις σου. Εἰπὼν ἃ κατώρθωσε, λέγει καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων αὐτοῦ ἀκολουθήσασαν τιμήν· ὅτι ἐν ναοῖς μέλλει προσκυνεῖσθαι πολυτίμοις. Τὸ γὰρ παλαιὸν αὕτη μάλιστα ἡ ὕλη τιμία, καὶ περισπούδαστος ἦν ἡ ἀπὸ τῶν ἐλεφαντίνων. ∆ιὸ καὶ ἄλλος προφήτης ἔλεγεν· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων. Καὶ δείκνυσι πάλιν ὅτι τὸ κήρυγμα οὐκ ἰδιωτῶν ἅψεται μόνον, ἀλλὰ καὶ βασιλείας ὑποτάξει, καὶ ἀναστήσουσιν αὐτῷ οἴκους πολυτίμους. Ταῦτα ἤδη ὁρᾶται ἐπὶ τῶν πραγμάτων γινόμενα. Βουλόμενος γὰρ ὁ προφήτης δεῖξαι τοῦ κηρύγματος τὴν ἰσχὺν, λέγει πῶς εἷλε, πῶς ἐχειρώσατο γυναῖκας, ἄνδρας ἰδιώτας, πλουσίους, αὐτοὺς τοὺς τὰ διαδήματα περικειμένους, καὶ τὰς συνοικούσας αὐτοῖς, ὡς πανταχοῦ ναοὺς ἐγείρειν τῷ Θεῷ. Εἶτα ἐπειδὴ λοιπὸν εἰς τοῦτον ἐξέβη τὸν λόγον, πλατύτερον αὐτὸν ὑφαίνει, τοὺς θεραπευτὰς αὐτοῦ καὶ ἱκέτας ὑπογράφων. Καὶ πῶς λαοὶ ὑπέπεσον δεικνὺς, πῶς τῆς καρδίας αὐτῶν 55.199 ἥψατο, πῶς τῶν ἐχθρῶν περιεγένετο, πῶς ἡ δεξιὰ αὐτοῦ κατευώδωσεν αὐτῷ, πῶς ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην κατεφύτευσε· καὶ πάλιν μεταφορικῶς κέχρηται τῷ λόγῳ, ὥσπερ ἐν εἰκόνι τὴν Ἐκκλησίαν ὑπογράφων, καὶ ἅπερ μετὰ ταῦτα οἱ ἀπόστολοι εἰρήκασιν, ὁ μὲν λέγων· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ὁ δὲ, Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ· ταῦτα καὶ οὗτος προαναφωνεῖ, τὴν νύμφην εἰσάγων ὁμοῦ καὶ βασιλίδα· διό φησι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Ἄλλος, Ἐστηλώθη, τουτέστι, βεβαίως ἔστη, ἀκινήτως ἔστη, ὅπερ ὁ Χριστὸς ἀλλαχοῦ φησιν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εἶδες τιμῆς ὑπερβολήν; εἶδες ὄγκον ἀξιώματος; τὴν πεπατημένην, τὴν κάτω συρομένην εἰς ὅσον ὕψος ἀνήγαγεν, ὥστε αὐτῷ παρεστάναι; ἔγνως, ἡ αἰχμάλωτος, ἡ ἀπηλλοτριωμένη, ἡ πόρνη, ἡ ἐναγὴς, εἰς ὅσον ἀνέβη ἀξίωμα; Μετὰ τῶν λειτουργικῶν παρέστηκε δυνάμεων. Ὁ μὲν γὰρ Υἱὸς, ἅτε ὁμότιμος ὢν, ἐκ δεξιῶν κάθηται, αὕτη δὲ ἕστηκεν. Εἰ γὰρ καὶ βασίλισσά ἐστιν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί. Πῶς οὖν ὁ Παῦλός φησι· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Οὐχ ἁπλῶς εἶπε, Συνήγειρε καὶ συνεκάθισεν· ἀλλ', Ἐν