162
Ἄλλος, ∆ιὰ συσφιγκτήρων χρυσῶν ἠμφιεσμένη ποικίλα· πάλιν τῷ ὀνόματι τοῦ χρυσίου τὴν ἀρετὴν καλέσας. Οὕτω καὶ Παῦλός φησι· Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· τὴν ἀρετὴν καὶ τὴν κακίαν ταῖς προσηγορίαις τῶν ὑλῶν τούτων ἡμῖν παριστάς. Ἵνα γὰρ 55.202 μὴ ταῦτα νομίσῃς τὸ ἔσωθεν κείμενον, οὐκ ἀφίησί σε τὰ ἔξω φαντάζεσθαι, ἀλλ' ἕλκει τὴν διάνοιαν ἔνδον. Ὥσπερ γὰρ σῶμα φαίνεται καλὸν τούτοις περιβεβλημένον· οὕτω ψυχὴ καλλωπίζεται ἀρετὴν ἐνδεδυμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ἄλλος, Ἀκολουθήσουσιν. Ἄλλος, Ἀνενεχθησονται. Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως. Εἶδες τὰ ἱμάτια τὰ κροσσωτά; εἶδες τὴν χρυσῆν στολὴν, τῆς παρθενίας τὸ ἄνθος; Τοῦτο τῆς Ἐκκλησίας τὸ ἱμάτιον. Καὶ θέα μοι τοῦ Προφήτου τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ οὐκ εὐθέως, τῆς Ἐκκλησίας συστάσης, τὸ τῆς παρθενίας ἤνθησε καλὸν, ἀλλ' ὕστερον καὶ μετὰ χρόνον τινὰ, διὰ τοῦτο καὶ αὐτὸς μετὰ ταῦτα τίθησιν αὐτὸ, μετὰ τὸ ἐπιλαθέσθαι αὐτὴν τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς, καὶ ἐνδύσασθαι τὸν κόσμον ἐκεῖνον, καὶ λάμψαι τῷ κάλλει. ∆ιό φησιν· Ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται. Αἱ πλησίον, οὐ τόπῳ ἁπλῶς, ἀλλὰ καὶ τρόπῳ, καὶ τοῖς δόγμασιν αὐτῇ συνᾴδουσαι· ὡς τάς γε τῶν αἱρετικῶν οὐκ ἄν τις εἴποι παρθένους· οὐ γάρ εἰσι πλησίον τῆς βασιλίδος. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὅρα τὸ ἀποστολικὸν ἐνταῦθα διαλάμπον, καὶ τὴν ἀπόφασιν ἐκείνην διαδεικνυμένην καὶ ἐν τῷ Προφήτῃ. Ποίαν δὴ ταύτην; Ὅτι Θλίψιν τῇ σαρκὶ ἕξουσιν αἱ γαμούμεναι. Ὥσπερ δὲ ἐκεῖναι θλίψιν, οὕτως αὗται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἡ μὲν γὰρ τέκνα, καὶ ἄνδρα, καὶ οἰκίαν, καὶ οἰκέτας, καὶ συγγενεῖς, καὶ κηδεστὰς, καὶ γαμβροὺς, καὶ ἔγγονα, καὶ πολυπαιδίαν, καὶ ἀπαιδίαν μεριμνᾷν ἀναγκάζεται οὐδὲ γὰρ καιρὸς νῦν τὰς νιφάδας ὑπογράφειν τοῦ γάμου· ἡ δὲ παρθένος ἐσταυρωμένη, καὶ τῶν παρόντων ἀπαλλαγεῖσα, καὶ τῶν βιωτικῶν φροντίδων ἀνωτέρα γενομένη, καὶ τὸν εὔριπον διαδῦσα, καὶ πρὸς τὸν οὐρανὸν καθ' ἑκάστην βλέπουσα τὴν ἡμέραν, ἀπολαύει τῆς χαρᾶς τοῦ Πνεύματος, ἐντρυφᾷ τῇ ἀγαλλιάσει. Οὐ τὰ παρόντα δὲ μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὰ μέλλοντα αἰνίττεται, ὅταν φαιδρὰς καὶ λαμπρὰς ἔχουσαι λαμπάδας ἀπαντῶσι, τὸν νυμφίον ὑποδεχόμεναι. Ναὸν δὲ ἐνταῦθα βασιλέως, τὰ βασίλεια, καὶ νυμφῶνα τὰς παστάδας λέγει. Ἀντὶ τῶν πατρῶν σου ἐγεννήθησαν υἱοί σου. Ἄλλος, Ἔσονταί σοι υἱοί σου. Ἐπειδὴ ἄνω λαοῦ καὶ πατρῶν ἐμνήσθη, λέγων, Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· δεικνὺς ὅτι πολλῆς ἀπολαύσεται καὶ κατ' αὐτὸ τὸ μέρος εὐημερίας, τοῦτο ἐπήγαγεν. Ἔστι γὰρ μήτηρ μυρίων παίδων ἡ στεῖρα. Ὥστε εἰ καὶ γονέων ἀπεσπάσθης, ἀλλ' οἱ τῶν παίδων χοροὶ οὕτως ἐπίδοξοι, οὕτω λαμπροὶ καὶ περιφανεῖς ἔσονται, ὡς πᾶσαν ἐμπλῆσαι τὴν οἰκουμένην. ιγʹ. Ἐμοὶ δὲ δοκεῖ τοὺς ἀποστόλους λέγειν, τοὺς διδασκάλους ἐν αὐτῇ γενομένους. Εἶτα ὑπογράφων αὐτῶν τὴν δύναμιν καὶ τὴν ἰσχὺν, καὶ τὴν δόξαν, φησί· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἆρα ταῦτα ἑρμηνείας δεῖται; Οὐκ ἔγωγε οἶμαι, ὥσπερ οὖν οὐδὲ ὁ ἥλιος, ὅτε φαιδρός ἐστι· τὰ δὲ εἰρημένα τούτου φανερώτερα· καὶ γὰρ τὴν οἰκουμένην ἅπασαν ἐπέδραμον οἱ ἀπόστολοι, καὶ πάντων ἀρχόντων ἄρχοντες ἐγένοντο κυριώτεροι, βασιλέων δυνατώτεροι. Οἱ μὲν γὰρ βασιλεῖς ζῶντες κρατοῦσι, τελευτήσαντες δὲ καταλύονται· οὗτοι δὲ τελευτήσαντες μᾶλλον κρα 55.203 τοῦσι. Καὶ τὰ μὲν τῶν βασιλέων νόμιμα εἴσω τῶν οἰκείων ὅρων ἔχει τὴν ἰσχὺν, τὰ δὲ τῶν ἁλιέων προστάγματα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Ὁ Ῥωμαίων βασιλεὺς οὐκ ἂν δύναιτο νομοθετεῖν Πέρσαις, οὐδὲ ὁ Περσῶν Ῥωμαίοις· οἱ δὲ Παλαιστινοὶ οὗτοι καὶ Πέρσαις, καὶ Ῥωμαίοις, καὶ Θρᾳξὶ, καὶ Σκύθαις, καὶ Ἰνδοῖς, καὶ