163
Μαύροις, καὶ πάσῃ τῇ οἰκουμένῃ νόμους ἔθηκαν· καὶ οὐχὶ ζώντων αὐτῶν ἐκράτησαν μόνον, ἀλλὰ καὶ τελευτησάντων· καὶ μυριάκις ἂν ἕλοιντο οἱ νομοθετηθέντες τὴν ψυχὴν ἀφεῖναι, ἢ τῶν νόμων ἀποστῆναι ἐκείνων. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν, Ἀναμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεάν. ∆ιὰ τοῦτο λαοὶ ὑμνήσουσί σε διηνεκῶς. Ἄλλος, Ἐπὶ τούτῳ λαοὶ ἐξομολογήσονταί σοι. Εἶπε τὸ μέγεθος τῆς ἀρχῆς ἀπὸ τοῦ μήκους τῆς γῆς, ἀπὸ τοῦ πλάτους τῆς οἰκουμένης, ἀπὸ τοῦ πλήθους τῶν ἐθνῶν τῶν ὑποταγέντων. Λέγει καὶ ἑτέρωθεν αὐτῆς τὸ ἀξίωμα, ὅτι οὐ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται μόνον, ἀλλὰ καὶ πανταχοῦ τοῦ αἰῶνος. Ἀθάνατος γὰρ ἔσται, φησὶν, ἡ μνήμη σου, ἀνάγραπτος ἐν ταῖς βίβλοις ταῖς ἡμετέραις, ἀνάγραπτος ἐν ταῖς πολιτείαις, ἀνάγραπτος ἐν τοῖς προστάγμασιν. Ὅρα πῶς καὶ τῆς οἰκείας προφητείας τὸ διαρκὲς προφητεύει. Εἰπὼν γὰρ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, τοῦτο ἐδήλωσε. Κἂν ἐγὼ τελευτήσω, φησὶν, ἀλλ' ᾄσομαι εἰς σὲ καὶ τελευτῶν. Τὸ μὲν γὰρ σῶμα διαλυθήσεται· τὰ δὲ γράμματα μένει, καὶ ὁ νόμος διαρκής. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι. Ὅθεν ἤρξατο, ἐνταῦθα κατέλυσεν, εἰς τὸν Χριστόν. ∆ιὰ τοῦτο. Ποῖον; Ὅτι τοσαῦτα κατώρθωσας, ὅτι τοιούτους ἄρχοντας ἐπέστησας, ὅτι κακίαν ἤλασας, ὅτι ἀρετὴν ἐφύτευσας, ὅτι τὴν φύσιν ἡρμόσω τὴν ἡμετέραν, ὅτι τὰ ἀπόῤῥητα ταῦτα εἰργάσω ἀγαθά· πᾶσά σοι ἡ οἰκουμένη ὕμνον ἀνοίσει, οὐκ ἐν βραχεῖ χρόνῳ, οὐδὲ ἐν δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἔτεσιν, οὐδὲ ἐν μέρει τῆς οἰκουμένης, ἀλλὰ γῆ καὶ θάλαττα, οἰκουμένη τε καὶ ἀοίκητος διὰ παντὸς τοῦ αἰῶνος ᾄσονται, χάριν ὁμολογοῦντες ἐπὶ τοῖς ἀγαθοῖς τοῖς γεγενημένοις. Ὑπὲρ δὴ τούτων ἁπάντων καὶ ἡμεῖς εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.
Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυ φίων. Ἄλλος, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Ἄλλος, Ὑπὲρ νεοτήτων ᾆσμα. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι, ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ἄλλος, Ἐν θλίψεσιν εὑρισκόμενος. ∆ιὰ τοῦτο οὐ φο βηθησόμεθα ἐν τῷ ταράσσεσθαι
τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. αʹ. Τῇ συνήθει κέχρηται φιλοσοφίᾳ ὁ προφήτης, τῶν μὲν βιωτικῶν ἀπάγων πραγμάτων, εἰς δὲ τὴν ἐλπίδα τὴν ἄνωθεν ἀνάγων τὸν ἀκροατήν. Μὴ γάρ μοι ὅπλα καὶ τείχη καὶ τάφρους εἴπῃς, φησὶ, μηδὲ περιουσίαν 55.204 χρημάτων, καὶ πολεμικῶν ἐμπειρίαν, καὶ πλῆθος ἵππων, μηδὲ τόξα, καὶ βέλη, καὶ θώρακας, μηδὲ συμμάχων πλήθη, καὶ στρατιωτῶν φάλαγγας, μηδὲ σώματος ἰσχὺν, καὶ πολεμίων πεῖραν. Πάντα ταῦτα ἀράχνης καὶ σκιᾶς ἀδρανέστερα. Ἀλλ' εἰ βούλει τὴν ἄμαχον ἰδεῖν δύναμιν, τὴν καταφυγὴν τὴν ἀχείρωτον, τὸ φρούριον τὸ ἄσυλον, τὸν πύργον τὸν ἄσειστον, ἐπὶ τὸν Θεὸν κατάφευγε, ἐκείνην ἐπισπῶ τὴν ἰσχύν. Καὶ καλῶς εἶπεν, Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις· δεικνὺς ὅτι ποτὲ μὲν φεύγοντες νικῶμεν, ποτὲ δὲ ἱστάμενοι καὶ πολεμοῦντες. Καὶ γὰρ ἀμφότερα ταῦτα δεῖ ποιεῖν, καὶ ὁμόσε χωρεῖν, καὶ ἐκκλίνειν. Τοῦτο καὶ Παῦλος ἐποίει, ποτὲ μὲν ὑποχωρῶν, ποτὲ δὲ ἐπεμβαίνων τοῖς ἐναντιουμένοις τῷ λόγῳ τῆς ἀληθείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίει διδάσκων ἡμᾶς· τοῦτο καὶ ἡμᾶς δεῖ