164
ποιεῖν, καὶ εἰδέναι μετὰ ἀκριβείας καιρῶν ἐπιτηδειότητα, καὶ εὔχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς πειρασμὸν κατὰ τὸ λόγιον ἐκεῖνο τὸ εὐαγγελικόν· παραγενομένου δὲ, μὴ μαλακίζεσθαι, ἀλλ' ἑστάναι γενναίως. Βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὃ πολλάκις εἶπον, καὶ νῦν λέγω. Οὐ κωλύει τὰς θλίψεις ἐπελθεῖν, ἀλλὰ παραγενομένων παρίσταται, χρησίμους ἡμᾶς ἐργαζόμενος καὶ δοκίμους. Τὸ δὲ Σφόδρα τῷ Βοηθὸς προσνεμητέον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε βοηθεῖ, ἀλλὰ μετὰ τῆς ὑπερβολῆς, πλείονα παρέχων τὴν ἀπὸ τῆς συμμαχίας παράκλησιν τῆς ἀπὸ τῶν θλίψεων ὀδύνης. Οὐ γὰρ ὅσον ἀπαιτεῖ τῶν δεινῶν ἡ φύσις, τοσαύτην ἡμῖν παρέχει τὴν συμμαχίαν, ἀλλὰ πολλῷ πλείονα. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα, φησὶν, ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Ὁρᾷς πῶς πλείονα παρέχει τὴν βοήθειαν, καὶ ἐκ πολλῆς τῆς περιουσίας; Οὐ γὰρ εἶπεν, Οὐ μόνον οὐχ ἁλωσόμεθα, οὐδὲ πεσούμεθα, ἀλλ' Οὐδὲ ὃ κοινὸν τῆς φύσεώς ἐστι πεισόμεθα, τὸ φοβηθῆναι καὶ δεῖσαι. Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τοῦ τὴν συμμαχίαν ἐκ περιουσίας ἐπιέναι. Γῆν δὲ ἐνταῦθα, καὶ ὄρη, καὶ καρδίαν θαλασσῶν, οὐ τὰ στοιχεῖά φησιν, ἀλλὰ τῷ ὀνόματι τούτων τοὺς ἀφορήτους κινδύνους αἰνίττεται. Κἂν πάντα ἴδωμεν συγκεχυμένα, φησὶ, κἂν ταραχὴν ἀφόρητον, κἂν ταῦτα συμβαίνοντα, ἃ μηδέποτε γέγονε, κἂν αὐτὴν, ὡς ἂν εἴποι τις, τὴν κτίσιν συῤῥηγνυμένην ἑαυτῇ, καὶ τοὺς τῆς φύσεως κινουμένους ὅρους, καὶ πάντα ἐκ βάθρων ἀνασπώμενα, καὶ τὰ πρῶτα στοιχεῖα συγχεόμενα, καὶ τοσαύτην γινομένην τὴν ταραχὴν, οὐ μόνον οὐχ ἁλωσόμεθα, ἀλλ' οὐδὲ δείσομεν. Τὸ δὲ αἴτιον, ὅτι ὁ πάντων τούτων ∆εσπότης βοηθεῖ, καὶ χεῖρα ὀρέγει, καὶ παρίσταται. Εἰ δὲ τούτων γινομένων οὐκ ἂν ἐνδοίημεν, οὐδὲ καταμαλακισθείημεν· πολλῷ μᾶλλον ἐπιόντων τῶν ἐχθρῶν, καὶ τῶν πολεμίων παραταττομένων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Ἄλλος φησίν· Ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων, καὶ σειομένων ὀρέων ἐν τῷ ἐνδοξασμῷ αὐτοῦ. Εἰπὼν, ὅτι οὐ δείσομεν συῤῥηγνυμένων ἁπάντων, λοιπὸν περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, ὅτι ἄμαχος αὐτοῦ ἡ ἰσχύς. Καὶ εἰκότως φησὶν, οὐ δεδοίκαμεν, καὶ ὅπερ ἀεὶ ποιεῖ, νῦν 55.205 μὲν ἀπὸ τῆς κτίσεως, νῦν δὲ ἀπὸ τῶν τοῖς ἀνθρώποις συμβαινόντων ἀνακηρύττει αὐτοῦ τὴν ἰσχὺν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σείει πάντα, σαλεύει, μετατίθησιν, ὅταν βούληται· οὕτως αὐτῷ ῥᾴδια καὶ εὔκολα πάντα. Ἐμοὶ δὲ δοκεῖ τὰ πλήθη ἐνταῦθα αἰνίττεσθαι τῶν ἀνδρείων, καὶ τοὺς ὑψηλοὺς τῶν πολεμίων, καὶ τὸν ἄπειρον λαὸν τῶν ἐναντίων. Τοσαύτη γὰρ αὐτοῦ ἡ δύναμις, φησὶν, ὡς ἁπλῶς νεῦσαι, καὶ ταῦτα πάντα γίνεσθαι. Πῶς οὖν δυνάμεθα φοβεῖσθαι τοιοῦτον ἔχοντες ∆εσπότην; ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Τοῦ ποταμοῦ τὰ ὁρμήματα. Ἄλλος, ∆ιαιρέσεις. Ὁ δὲ Ἑβραῖος, Φαλαγαῦ. Εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἄλλος φησὶ, Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρὸς πρωῒ πρωΐ. Ἄλλος φησὶ, Περὶ τὸν ὄρθρον. Ἄλλος, Τὸ νεῦσαι πρωΐαν. Εἰπὼν περὶ τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ἰσχύος, καὶ ὅτι ῥᾴδια αὐτῷ πάντα, εἰς τὴν τῆς Ἰουδαϊκῆς προνοίας ὑπόθεσιν μετατίθησι τὸν λόγον, τὰ δεδομένα αὐτοῖς ἀγαθὰ διὰ βραχέων λέξεων παριστάς. Οὗτος γὰρ, ὁ οὕτω δυνατὸς, ὁ οὕτως ἰσχυρὸς καὶ φοβερὸς, καὶ πάντα ἄγων καὶ φέρων, ὁ πάντα σείων καὶ κινῶν, καὶ μετατιθεὶς καὶ μεθιστὰς, μυρίων τὴν πόλιν ἡμῶν ἐνέπλησεν ἀγαθῶν. Ποταμὸς γὰρ ἐνταῦθα τὸ δαψιλὲς τῆς χορηγίας τῶν ἄνωθεν δωρεῶν, καὶ τὸ ἀκώλυτον καὶ τὸ ἐκκεχυμένον παρίστησιν, ὡσανεὶ ἔλεγε· Καθάπερ ἐκ πηγῶν ἡμῖν ἅπαντα ἐπιῤῥεῖ τὰ ἀγαθά. Ὥσπερ γὰρ ποταμὸς εἰς μυρία σχιζόμενος μέρη, τὴν ὑποκειμένην ἄρδει χώραν· οὕτως ἡ τοῦ Θεοῦ πρόνοια πανταχόθεν ἐπιῤῥεῖ, δαψιλῶς φερομένη, καὶ ῥοιζηδὸν ἐπιοῦσα, καὶ πάντα πληροῦσα. Οὐκ ἀσφάλειαν