165
δὲ παρέχει μόνον ἡμῖν, οὐδὲ βοήθειαν ἀῤῥαγῆ, ἀλλὰ καὶ πνευματικὴν χαράν· διό φησιν· Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ τοῦτο δὲ εὐεργεσίας αὐτὸ μέρος οὐ μικρὸν, τὸ σκήνωμα αὐτοῦ καλέσαι τὸν τόπον. βʹ. Καὶ οὐχ ἁπλῶς τέθεικε τὸ, Ὁ Ὕψιστος. Ὁ οὖνοὕτως ὑψηλὸς, ὁ μηδενὶ τόπῳ περιεχόμενος, ἡ ἄφραστος οὐσία, κατηξίωσε σκήνωμα αὐτοῦ καλέσαι τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντοθεν αὐτὴν συνέχει. Τοῦτο γὰρ ἔστιν, Ἐν μέσῳ αὐτῆς, ὡς καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι. Πάντοθεν αὐτὴν συγκροτεῖ· διὰ τοῦτο οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλ' οὐδὲ σαλευθήσεται. Καὶ τὸ αἴτιον, ὅτι ταχίστης ἀπολαύει τῆς συμμαχίας, ἑτοίμου καὶ παρεσκευασμένης οὔσης· τοῦτο γάρ ἐστι τὸ Πρωΐ· οὐ μελλούσης, οὐδὲ βραδυνούσης, ἀλλὰ νεαρᾶς ἀεὶ καὶ ἀκμαζούσης, καὶ ἐν καιρῷ τῷ προσήκοντι. Ἐταράχθησαν ἔθνη. Ἄλλος, Συνήχθησαν ἔθνη. Ἔκλιναν βασιλεῖαι. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. ∆είκνυσιν αὐτοῦ τῆς βοηθείας ἐνταῦθα τὴν δύναμιν. Οὐ γὰρ δὴ τῶν τυχόντων ἐπιόντων, ἀλλὰ βασιλέων, ἐθνῶν πάντοθεν συνιόντων, κυκλούντων, πολιορκούντων πόλιν μίαν, οὐ μόνον οὐδὲν ἔπαθεν ὑπ' αὐτῶν δεινὸν, ἀλλὰ καὶ περιεγένετο, καὶ ἐκράτησε, καὶ περιέτρεψε τοὺς ἐπιόντας. Τοῦτο γάρ ἐστι τὸ, Ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος· ὡς ἂν εἴποι τις, Αὐτοβοεὶ 55.206 τὰς πόλεις εἷλε. Παχὺ μὲν τὸ ῥῆμα, καὶ ἀνθρωπινώτερον τὸ εἰρημένον. Οὐδὲ γὰρ φωνῇ καὶ βοῇ ὁ Θεὸς νικᾷ, ἀλλὰ νεύματι μόνῳ καὶ βουλήματι. Ἀλλ' ὅμως ἀπὸ τῶν παχυτέρων αὐτὸν ἀνάγων, τῶν ἄλλων ὑψηλοτέραν ἐπενόησε λέξιν. Ἐπειδὴ γὰρ ἀεὶ ὁπλιζόμενον αὐτὸν εἰσάγει, δεικνὺς ὅτι πάντα ἐκεῖνα μεταφορικῶς εἴρηται, καὶ τροπικώτερον, καὶ συγκαταβατικώτερον ὁ γὰρ Θεὸς οὐδενὸς τούτων δεῖται, ἐπήγαγεν, Ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐσαλεύθη ἡ γῆ· δεικνὺς, ὅτι οὐ μόνον πόλεις, καὶ ἔθνη, καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ στοιχεῖον διασείει. Οἶδε δὲ καὶ γῆν τὰ πλήθη καλεῖν, ὡς ὅταν λέγῃ· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν. Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ὁ δὲ Ἑβραῖος ἀντὶτοῦ, Τῶν δυνάμεων, Σαβαὼθ εἶπεν. Ὅρα πῶς ἀπὸ τῆς γῆς ἀνάγει τὸν λόγον ἐπὶ τὸν οὐρανὸν, εἰς τοὺς ἀπείρους τῶν ἀγγέλων δήμους, εἰς τὰ ἔθνη τῶν ἀρχαγγέλων, εἰς τὰς δυνάμεις τὰς ἄνω. Τί γάρ μοι λέγεις στρατόπεδα, καὶ βαρβάρους, καὶ ἀνθρώπους ἀπολλυμένους; φησίν. Ἐννόησον αὐτοῦ τὴν ἰσχὺν, ἀπὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας, ὅσα στρατόπεδα τῶν ἀοράτων δυνάμεων ὑφ' ἑαυτῷ τεταγμένα ἔχει. Καὶ καλῶς δυνάμεις ἐκάλεσε, τὴν ἰσχὺν αὐτῶν ἐνδεικνύμενος· ὅπερ καὶ ἀλλαχοῦ φησι· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ γὰρ εἷς ἄγγελός ποτε ἐξελθὼν, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε. Τί οὖν εἰ δυνατὸς μέν ἐστιν, οὐ βούλεται δὲ ἡμῖν χεῖρα ὀρέξαι; Ἀλλὰ μηδὲ τοῦτο δείσῃς, φησί· διὰ τοῦτο ἐπήγαγεν, Ἀντιλήπτωρ ἡμῶν. Οὐκοῦν καὶ βούλεται καὶ δύναται· μὴ τοίνυν φοβοῦ. Τί οὖν εἰ ἡμεῖς ἀνάξιοι; Ἀλλὰ πατρῴαν πρὸς αὐτὸν ἔχομεν φιλανθρωπίαν. ∆ιὸ καὶ τοῦτο προστιθεὶς ἔλεγεν, Ὁ Θεὸς Ἰακὼβ, ὡσανεὶ ἔλεγεν· Ἀεὶ τοῦτο τὸ ἔθοςαὐτῷ, φησὶν, ἄνωθεν, καὶ ἐξ ἀρχῆς. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον ἄλλος λέγει, Συνέκλασε, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἄλλος, Καὶ ἁμάξας ἐμπρήσει ἐν πυρί. Εἰπὼν περὶ τῆς γῆς, περὶ τῆς θαλάσσης, περὶ τῶν ὀρῶν, περὶ τῆς πνευματικῆς χορηγίας τῆς εἰς αὐτοὺς γεγενημένης, περὶ τῆς συμμαχίας, πάλιν ἐκτείνει τὴν ὑπόθεσιν πρὸς τοὺς θεατὰς, ἐπὶ τὰ τρόπαια αὐτοὺς καλῶν ἐξ ἡδονῆς πολλῆς, καὶ τῆς πρὸς τὸν ∆εσπότην διαθέσεως, καὶ τὰς νίκας ἀναγορεύων, ἃς ὑπὲρ αὐτῶν εἰργάσατο. Καὶ καλῶς εἶπε, Τέρατα, οὐκ εἶπε, νίκας καὶ τρόπαια. Οὐ γὰρ κατὰ ἀκολουθίαν ἐγίνετο