166
τὰ γινόμενα, οὐδὲ ὅπλοις καὶ δυνάμει σωμάτων τὰ τῆς μάχης ἐκρίνετο, ἀλλὰ Θεοῦ νεύματι, τῶν πραγμάτων δηλούντων, ὅτι αὐτὸς ἦν ὁ στρατηγῶν. Ἐπειδὴ γὰρ οἱ ἀσθενεῖς τοὺς δυνατοὺς ἐνίκων, οἱ ὀλίγοι τοὺς πολλοὺς, οἱ κεκρατημένοι τοὺς κρατοῦντας, καὶ παρ' ἐλπίδα τὰ πράγματα ἐγίνετο, εἰκότως αὐτὰ τέρατα καλεῖ, ἅτε παραδόξως συμβαίνοντα, καὶ πανταχοῦ τῆς γῆς ἐκτεταμένα. γʹ. Τοῦτο δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ κατὰ ἀναγωγὴν ἐκλαβὼν, καὶ εἰς τὸν παρόντα καιρόν. Καὶ γὰρ πόλεμον χαλεπὸν κατέλυσε τὸν τῶν δαιμόνων, καὶ παντα 55.207 χοῦ τῆς οἰκουμένης τὴν εἰρήνην ἐξέτεινε, καὶ τὸν αἰσθητὸν δὲ αὐτῶν πόλεμον συγκατέβαλεν. Ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ παρουσίας πάντες ἄνθρωποι ὅπλα ἐτίθεντο, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν, καὶ πόλεις πρὸς τὰς πόλεις ἐμάχοντο, καὶ διόλου τὰ τῶν πολέμων συνεκροτεῖτο· νῦν δὲ τὸ πλέον τῆς οἰκουμένης ἐν εἰρήνῃ, πάντων ἐν ἀδείᾳ καὶ τέχνας μετιόντων, καὶ γῆν ἐργαζομένων, καὶ θάλατταν πλεόντων· ὀλίγον δέ ἐστι τὸ στρατιωτικὸν πρὸ τῶν ἄλλων ἁπάντων τεταγμένον. Καὶ τούτου δὲ ἂν ἡ χρεία κατελύθη, εἰ τὰ προσήκοντα ἐπράττομεν, καὶ μὴ ἐδεόμεθα τῆς ἀπὸ τῶν θλίψεων ὑπομνήσεως. Πῦρ δὲ ἐνταῦθα τὴν ὀργὴν αὐτοῦ καλεῖ, καὶ πρᾶγμα συμβεβηκὸς λέγει, ὅτι τὰ ὅπλα αὐτῶν κατέκαυσαν, κατὰ κράτος νικήσαντες, καὶ τὰ ἅρματα, ὅπερ Ἰεζεκιήλ φησι· καὶ ὅσοι φιλομαθεῖς, ἴσασι τὴν ἱστορίαν. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσι, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἄλλος φησὶν, Ἰάθητε καὶ γνῶτε. Ἄλλος,Ἐάσατε, ἵνα γνῶτε. Ὁ δὲ Ἑβραῖός φησιν, Οὐαρφοῦ οὐαδοῦ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τὰ ἔθνη διαλέγεσθαι, μονονουχὶ τοῦτο λέγων· Ἔγνωτε μὲν αὐτοῦ τὴν ἰσχὺν, φησὶ, καὶ τὴν δύναμιν τὴν πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένην· δεῖ δὲ ὑμῖν σχολῆς, δεῖ δὲ ὑμῖν ὑγιαινούσης ψυχῆς. Καὶ τὸ Ἐάσατε δὲ τὸ αὐτὸ δηλοῖ· ἄφετε τὴν πλάνην, ἀπαλλάγητε τῆς προτέρας ἀναστροφῆς, ἀναπνεύσατε ἐκ τῆς ἀχλύος τῶν κατεχόντων ὑμᾶς πονηρῶν πραγμάτων, ἵνα ἀπὸ τῆς τῶν θαυμάτων διδασκαλίας χειραγωγούμενοι καὶ τὴν ψυχὴν σχολάζουσαν ἔχοντες, ἐπιγνῶτε τὸν τῶν ὅλων Θεόν. Οὐδὲ γὰρ ἀρκεῖ τὰ θαύματα μόνον, ἐὰν μὴ καὶ ψυχὴ εὐγνώμων ᾖ. Ἐπεὶ καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγένετο θαύματα, καὶ οὐδὲν πλέον ἐγένετο πρὸς τὴν σωτηρίαν ἐκείνων. Ὥσπερ γὰρ οὐκ ἀρκοῦσιν αἱ τοῦ ἡλίου ἀκτῖνες, ἐὰν μὴ καὶ ὁ ὀφθαλμὸς καθαρὸς ᾖ, καὶ ὑγιαίνων· οὕτω δὴ οὐδὲ ἐνταῦθα τὰ θαύματα μόνον ἀρκεῖ. ∆ιὸ δὴ περὶ ἐκείνων διαλεχθεὶς, παραινεῖ τοῖς μέλλουσιν αὐτῶν καρποῦσθαι τὴν ὠφέλειαν, ἀναπνεῦσαι ἐκ τῶν κατεχόντων αὐτοὺς κακῶν, ὥστε μαθεῖν τὸν Θεὸν τὸν ἐπὶ τῶν ὅλων. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, οὐ τὰ εἴδωλα, οὐδὲ τὰ ξόανα. Σχολάσατε τοίνυν, καὶ πολλὰς ὑμῖν παρέξομαι τὰς ἀποδείξεις. Τοῦτο γάρ ἐστι τὸ, Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ· τουτέστι, ∆ιὰ τῶν ἔργων ὑμῖν δειχθήσομαι μέγας καὶ ὑψηλός. Ἔχει μὲν γὰρ τὸ οἰκεῖον ἡ φύσις ὕψος, ἡ ἀκήρατος ἐκείνη καὶ ἄφραστος. Ἐπειδὴ δὲ τοῦτο ὑμεῖς οὐ συνορᾶτε, καὶ διὰ τῶν ἔργων ὑμῖν αὐτὸ ἐπιδείξω. Οὐ μόνον δὲ ἐν τῇ Παλαιστίνῃ, οὐδὲ μόνον ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ παρ' ὑμῖν τοῖς ἔθνεσιν. Οὕτω γοῦν ὑψοῦται, κρατῶν αὐτῶν καὶ περιγινόμενος, θαύματα ἐργαζόμενος ἐν Βαβυλῶνι, θαύματα ἐν Αἰγύπτῳ, θαύματα ἐν ἐρήμῳ, θαύματα πανταχοῦ τῆς οἰκουμένης, ὡς πανταχόθεν αὐτοὺς διδασκαλίαν ἔχειν τῆς αὐτοῦ γνώσεως. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Οὗτος τοίνυν ὁ 55.208 Θεὸς, ὁ πανταχοῦ μέγας, ὁ πανταχοῦ ὑψηλὸς, οὗτος ἀεὶ μεθ' ἡμῶν ἕστηκε. Μηδὲν οὖν