168
τοῦ υἱοῦ, τὸν σταυρόν. Καὶ ἐπὶ τοῦ προβάτου δὲ τοῦ ἐν Αἰγύπτῳ, πάλιν ὁμοίως τοῦ πάθους τὴν εἰκόνα χαρακτηρίζομεν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖν χρή. Οὐδὲ γὰρ περὶ Ἀράβων ἁπλῶς ὁ λόγος, καὶ τῶν γειτόνων, ἀλλὰ πάντα τὰ ἔθνη καλεῖ. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνίστησι τοίνυν ἐκ προοιμίων τὸν ἀκροατὴν, πρὸς τοσοῦτον ὄγκον Εὐαγγελίων καλῶν, καὶ πρὸς τὴν τῆς οἰκουμένης πανήγυριν, καὶ θείαν τινὰ καὶ πνευματικὴν ἑορτὴν, καὶ τὴν ἐκ τῶν οὐρανῶν κατενεχθεῖσαν μυσταγωγίαν. ∆ιὰ δὴ τοῦτο, Κροτήσατε, φησί· τουτέστι, χάρητε, σκιρτήσατε. Καὶ γὰρ καὶ ὁ εὐαγγελικὸς λόγος τοῦτο παρακελεύεται λέγων, Σκιρτήσατε· οὐ πάντως παρακελευόμενος ἐξάλλεσθαι, καὶ πηδᾷν τοῦτο γὰρ ἀνελεύθερον, ἀλλὰ τῆς χαρᾶς τὸ ἐπιτεταμένον δηλῶν. Καὶ γὰρ πολλῆς ἡδονῆς ἄξιον τὸ γινόμενον. Ὅσην γὰρ ὁ ἥλιος ἐφορᾷ γῆν, ὁ εὐαγγελικὸς λόγος ἐπέδραμε, καὶ πᾶσα ἐσώθη ἡ οἰκουμένη, καὶ τῆς λατρείας τῆς Ἰουδαϊκῆς οἱ πρὸ τούτου τῇ πλάνῃ κατεχόμενοι μείζονα ἐπεδείξαντο φιλοσοφίαν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Τὰς μιαρὰς ἐκείνας πρὸ τούτου, φησὶν, τὰς ἐναγεῖς, τὰς αἵματι μολυνομένας καθ' ἑκάστην ἡμέραν διὰ τῶν ἀκαθάρτων θυσιῶν, δι' ὧν παῖδας ἐσφάξατε, καὶ τὰ αἰσχρὰ ἐτολμήσατε, καὶ κατὰ τῆς φύσεως αὐτῆς ἐχωρήσατε, διὰ τούτων κροτήσατε νῦν. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ∆ιὰ τῆς γλώττης ἐκείνης, δι' ἧς ἐγεύσασθε τῶν ἐναγῶν, δι' ἧς τὰ βλάσφημα ἐξηνέγκατε ῥήματα, διὰ ταύτης ἀλαλάξατε τὴν ἐπινίκιον ᾠδήν. Καὶ γὰρ ἔθος τοῖς στρατοπέδοις, ὅταν κλίνῃ τῶν ἐναντίων τὸ στρατόπεδον, μηκέτι τῇ συστάδην κεχρῆσθαι μάχῃ, ἀλλ' ὁμοφώνῳ βοῇ καὶ ἀλαλαγμῷ τὰς ἤδη καταβληθείσας αὐτῶν κατασείειν ψυχάς· ὅπερ ἐστὶ νίκης λαμπρᾶς καὶ τροπαίου μέγιστον τεκμήριον, ὅταν μὴ χερσὶν ὁ πόλεμος κρίνηται, ἀλλ' ἡ βοὴ καὶ ἀντὶ χειρῶν, καὶ ἀντὶ ὅπλων ἀρκῇ. βʹ. Τὸ μὲν οὖν ἔργον ἅπαν τοῦ Χριστοῦ γέγονε· τὸν γὰρ χαλεπὸν τοῦτον αὐτὸς κατέλυσε πόλεμον, δήσας τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας. Φιλάνθρωπος δὲ ὢν, τοὺς οὐδὲν πονήσαντας, τούτους ποιεῖ τῆς νίκης καὶ τῶν τροπαίων ἀπολαύειν, καὶ τὴν ἐπινίκιον παρασκευάζει ἀναφέρειν φωνὴν, καθάπερ τοὺς κατωρθωκότας αὐτοὺς καὶ κρατήσαντας. ∆ιὸ καὶ βοῶμεν ἅπαντες, οὐκ ἄσημόν τινα φωνὴν, ἀλλὰ καὶ σφόδρα εὔσημον· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ πάλιν, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Τοῦτο γὰρ ἐν τῷ ψαλμῷ τούτῳ εἴρηται. Καὶ πάλιν ἀλλαχοῦ· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώ 55.210 ποις. Ἀνήνεγκάν ποτε καὶ Ἰουδαῖοι ἐπινίκιον φωνὴν, ὅτε τῶν Αἰγυπτίων τὸ στρατόπεδον κατεποντίζετο, λέγοντες· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἀλλ' ἡ ἡμετέρα πολλῷ μείζων, οὐκ Αἰγυπτίων, ἀλλὰ τῶν δαιμόνων καταποντισθέντων· οὐ τοῦ Φαραὼ ἀλλὰ τοῦ διαβόλου νικηθέντος· οὐ τῶν ὅπλων ληφθέντων τῶν αἰσθητῶν, ἀλλὰ τῆς κακίας ἀναιρεθείσης· οὐκ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀλλ' ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας· οὐκ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐξιόντων, ἀλλ' εἰς τὸν οὐρανὸν μεθορμιζομένων· οὐ μάννα ἐσθιόντων, ἀλλὰ σῶμα σιτουμένων δεσποτικόν· οὐχ ὕδωρ πινόντων ἀπὸ πέτρας, ἀλλ' αἷμα ἀπὸ πλευρᾶς. ∆ιὰ τοῦτό φησι· Κροτήσατε χεῖρας, ὅτι λίθων ἀπαλλαγέντες καὶ ξύλων, ὑπερέβητε τοὺς οὐρανοὺς, καὶ τοὺς οὐρανοὺς τῶν οὐρανῶν, καὶ πρὸς αὐτὸν ἔστητε τὸν θρόνον τὸν βασιλικόν. Ἀλαλάξατε τοίνυν τῷ Θεῷ, τουτέστιν, Ἐκείνῳ τὴν εὐχαριστίαν ἀνενέγκατε, ἐκείνῳ τὴν νίκην, ἐκείνῳ τὸ τρόπαιον. Οὐκ ἀνθρώπινος ὁ πόλεμος οὐδὲ αἰσθητὴ ἡ μάχη, οὐδὲ ὑπέρ τινος τῶν βιωτικῶν ὁ ἀγὼν, ἀλλ' ὑπὲρ τῶν οὐρανῶν αὐτῶν, καὶ τῶν ἐν οὐρανοῖς. Αὐτὸς τὸν πόλεμον ἐστρατήγησε τοῦτον, καὶ ἡμῖν τῆς νίκης μετέδωκεν. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν