169
γῆν. Ποῦ νῦν εἰσιν οἱ τοῦ Μονογενοῦς τὴν δόξαν καθαιροῦντες; Ἰδοὺ βασιλεὺς μέγας ὁ Υἱὸς λέγεται, ὃ περὶ τοῦ Πατρὸς εἴρηται· Μὴ ὀμόσῃς γὰρ, φησὶ, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος αὐτοῦ ἐστι· μήτε εἰς τὰ Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως. Καὶ ἀλλαχοῦ πάλιν· Θεὸς ἰσχυρὸς, ἐξουσιαστής· ὅπερ ἐστὶ βασιλεύς. Ὅταν τοίνυν ἀκούσῃς ὅτι ἀνεσκολοπίσθη σου ὁ ∆εσπότης, ὅτι ἐκρεμάσθη ἐν τῷ σταυρῷ, ὅτι ἐτάφη, ὅτι κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, μὴ καταπέσῃς, μηδὲ ἀδημονήσῃς· ὕψιστος γάρ ἐστι, καὶ ὕψιστος φύσει. Τὸ δὲ ὑψηλὸν φύσει οὐκ ἄν ποτε μετασταίη τοῦ ὕψους, οὐδ' ἂν γένοιτο ταπεινόν· ἀλλὰ καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ μένει τὸ ὕψος καὶ διαδείκνυται. Ἐπεὶ καὶ ἀποθανὼν, τότε μάλιστα τὴν κατὰ τοῦ θανάτου ἰσχὺν ἔδειξε. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, φησὶ, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν· οὕτω δὴ καὶ τὸ ὕψος αὐτοῦ ἐν τῇ ταπεινότητι ἐφάνη. Ὅρα γοῦν αὐτὸν ἐν τῷ ᾅδῃ ὄντα, καὶ τὰ ὑψηλὰ ἅπαντα σείοντα. Ὁ γὰρ ἥλιος τότε τὰς ἀκτῖνας ἀπέστρεψε, πέτραι ἐσχίζοντο, τὸ καταπέτασμα ἐῤῥήγνυτο, ἐκλονεῖτο ἡ γῆ, Ἰούδας ἀπήγχετο, Πιλάτος καὶ ἡ τούτου γυνὴ ἐδειματοῦτο, αὐτὸς ὁ δικάζων ἀπελογεῖτο. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ἐδέθη καὶ ἐμαστιγώθη, μὴ συγχυθῇς· ἀλλ' ὅρα αὐτὸν καὶ ἐν τῷ δεσμῷ τὴν ἰσχὺν ἐπιδεικνύμενον. Εἶπε, Τίνα ζητεῖτε; καὶ πάντας ἔῤῥιψεν ὑπτίους. Εἶδες πῶς φοβερὸς, φωνῇ μόνῃ καὶ νεύματι τοσαῦτα ἐργαζόμενος; Ὅταν οὖν ἴδῃς αὐτὸν νεκρὸν, ἐννόησον τὸν λίθον αἰρόμενον, τοὺς ἀγγέλους τοὺς μετὰ φόβου παραμένοντας τῷ τάφῳ, τὸν ᾅδην λυόμενον, τὸν θάνατον τηκόμενον, τοὺς δεσμώτας ἀπολύοντα· καὶ τότε ὄψει αὐτοῦ τὸ φοβερόν. Εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἀτιμίας τοσαῦτα ἐπεδείξατο, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ᾅδῃ, τίνα οὐκ ἐπιδείξηται ἐν τῷ καιρῷ τῆς μελλούσης παρουσίας; Ἄκουσον τῶν δαιμόνων ἐν τῷ καιρῷ τῆς ταπεινώσεως τί λέγουσι, τῶν ἀφριζόντων, τῶν δεσμὰ διαλυόντων, τῶν ἄβατον ποιούντων τὴν ὁδόν· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; 55.211 Ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς; Εἰ τοίνυν ταῦτα τότε, ὅταν παραγένηται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλεύωνται, καὶ ὁ ἥλιος μεταστραφῇ εἰς σκότος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς, τί ἐροῦσι; ∆ιὰ τοῦτό φησιν· Ὕψιστος, φοβερός. Μᾶλλον δὲ, τί ἄν τις ἄξιον εἴποι, τὴν ἡμέραν ἐκείνην διηγούμενος, ὅταν πέμπῃ τοὺς ἀγγέλους πανταχοῦ τῆς οἰκουμένης, ὅταν πάντα σείηται, ὅταν ἡ γῆ κλονῆται τὴν παρακαταθήκην τῶν νεκρῶν ἀποδιδοῦσα, ὅταν τὰ μυρία σώματα ἐγείρηται, ὅταν ὁ οὐρανὸς συστέλληται, καθάπερ τι καταπέτασμα συστελλόμενον· ὅταν τὸ βῆμα τιθῆται τὸ φοβερὸν, ὅταν οἱ ποταμοὶ τοῦ πυρὸς ἕλκωνται, ὅταν αἱ βίβλοι ἀνοίγωνται, ὅταν ἑκάστῳ τὰ ἐν σκότῳ πεπραγμένα εἰς μέσον ἄγῃ· ὅταν αἱ ἀφόρητοι κολάσεις ἐκεῖναι καὶ τιμωρίαι, ὅταν αἱ ἀπειληφόροι δυνάμεις, ὅταν αἱ ῥομφαῖαι ἐσπασμέναι, ὅταν αἱ πρὸς τὴν γέενναν ἀπαγωγαί· ὅταν πάντα τὰ ἀξιώματα λύηται, καὶ βασιλέων, καὶ στρατηγῶν, καὶ ὑπάτων, καὶ ὑπάρχων· ὅταν τοσοῦτος δῆμος ἀγγέλων παρῇ, ὅταν τάγματα μαρτύρων, προφητῶν, ἀποστόλων, ἱερέων, μοναχῶν, ὅταν τὰ ἔπαθλα ἐκεῖνα τὰ ἀπόῤῥητα, ὅταν βραβεῖα, ὅταν οἱ στέφανοι, ὅταν τὰ ἀγαθὰ τὰ ὑπερβαίνοντα τὸν νοῦν; γʹ. Τίς παραστήσει τοῦτο λόγος; Εἰ γὰρ τὴν κτίσιν ἐπιὼν ὁ Προφήτης, ἀπέκαμε, καὶ ἀπεπήδησε, λέγων· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· καὶ ἓν εἶδος ἀνερευνῶν προνοίας ὁ Παῦλος ἐβόησεν εἰπών· Ὢ βάθος πλούτου· τί ἄν τις εἴποι, τὴν ἡμέραν ἐκείνην ὑπογράφων; Ταῦτα ἅπαντα προϊδὼν ὁ Προφήτης, ἔλεγε· Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, τὴν οἰκουμενικὴν σωτηρίαν ἐμφαίνων. Ἦν μὲν οὖν καὶ πρὸ τούτου βασιλεὺς μέγας, ἀλλ' ἠγνοεῖτο. Ὁ γὰρ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Νυνὶ δὲ καὶ τοῦτο κατώρθωσε, ὡς καὶ κατὰ τὴν οἰκείωσιν