171
ἐπίτασιν, ἄκουσον· Ὅσοι κτήτορες, φησὶ, χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἕτεροι δὲ μετὰ τῶν χρημάτων, καὶ τὴν ψυχὴν προΐεντο. Οἵτινες γὰρ, φησὶν, ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Καὶ περὶ ἑτέρων δὲ γράφων ἔλεγεν, Ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν 55.213 ὁ Παῦλος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ' ἐκδίκησιν· οὕτως αὐτοὺς ἔτρεμον καὶ ἐδεδοίκεισαν. Καὶ ὁ Λουκᾶς πάλιν γράφων ἔλεγε· Καὶ τῶν λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Καὶ πάλιν· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; δʹ. Εἶδες αὐθεντίαν καὶ ἐξουσίαν; Ταῦτα δὲ πάντα τὸ ῥῆμα ἐκεῖνο ἐποίει, ὅπερ εἴρηκε πέμπων αὐτοὺς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Αὐτὸς τὰ κωλύματα καθῄρει ἔμπροσθεν αὐτῶν πορευόμενος· αὐτὸς ἅπαντα ἐξευμάριζε, καὶ τὰ δύσκολα ἐποίει ῥᾴδια. Καίτοι πάντα πολέμων ἔγεμε, πάντα κρημνῶν καὶ σκοπέλων, καὶ οὐδὲ ὅπου ἐρεῖσαι πόδα ἐνῆν, οὐδὲ στῆναι· πάντες οἱ λιμένες προσκεχωσμένοι ἦσαν, πᾶσα οἰκία ἀποκεκλεισμένη, πάντων τὰ ὦτα ἐμπεφραγμένα· ἀλλ' ὅμως ὁμοῦ τε εἰσῄεσαν, καὶ ἐφθέγγοντο, καὶ πάντα κατέλυον τῶν πολεμίων τὰ ὀχυρώματα, ὡς καὶ αὐτὰς τὰς ψυχὰς προΐεσθαι, καὶ μυρίους λοιπὸν ἀνέχεσθαι κινδύνους ὑπὲρ τῶν εἰρημένων. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν. Ἄλλος, Τὸν ἐνδοξασμὸν Ἰακώβ. Ὅρα προφητείας ἀκρίβειαν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν· Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη. Καὶ γὰρ Ἰουδαῖοι πρῶτον προσῆλθον, πρῶτον τρισχίλιοι, εἶτα πεντακισχίλιοι, καὶ μετὰ ταῦτα τὰ ἔθνη. Καὶ γὰρ αὐτὸς πάλιν ἔλεγε· Καὶ ἄλλα ἔχω πρόβατα, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εἶτα ἵνα μὴ ἀκούσας τὸ, Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, διαπορῇ τις, καὶ ταλαιπωρῆται, καὶ λέγῃ· Πῶς οὖν Ἰουδαῖοι νῦν ἀπιστοῦσι; τῇ ἐπιδιορθώσει τὴν ἀπορίαν ἔλυσε. Μάλιστα μὲν γὰρ, τὸ αὐτοῦ μέρος, κἀκείνους ἐξελέξατο, καὶ τὸ εἰς αὐτὸν ἧκον, οὐδένα ἀφῆκεν. Εἰ δὲ καὶ τὸ τέλος ἐπιζητοίης, ἄκουε τῶν ἑξῆς· ἐπάγει γάρ· Τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἐνταῦθα γάρ μοι τοὺς πιστοὺς δοκεῖ λέγειν, ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καλλονὴ δὲ τοῦ λαοῦ εἰκότως ἂν οἱ πιστοὶ λέγοιντο. Τί γὰρ ὡραιότερον ἐκείνων τῶν πιστευσάντων; Κληρονομίαν δὲ αὐτοῦ καλεῖ τὸ ἔθνος, οὐχ ὡς τῶν ἄλλων ἀμελήσας ποτὲ, ἀλλὰ τὴν ἐπίτασιν τῆς περὶ αὐτοὺς ἀγάπης καὶ τὴν οἰκείωσιν, καὶ τῆς προνοίας τὴν προσθήκην ἐπιδεικνύμενος. Καὶ ἵνα μάθῃς τὴν ἀκρίβειαν τὴν προφητικὴν, ὅρα πῶς τῇ τῶν πολλῶν κέχρηται λέξει, ᾗ ἐπὶ τῶν ὠνίων οἱ πολλοὶ χρῶνται. Πολλοὶ γὰρ πολλάκις ὠνούμενοί τι, καλλονὴν ἐκεῖνα λέγουσι τὰ τῶν ἄλλων ὑπερέχοντα. ∆εικνὺς τοίνυν ὅτι οὐ πάντες σωθήσονται, φησὶ, Τὴν καλλονὴν Ἰακώβ. Ταῦτα καὶ ἐν τοῖς Εὐαγγελίοις δείκνυται διὰ μυρίων παραβολῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Οὐκ εἶπεν, ἀνεβιβάσθη, ἀλλ', Ἀνέβη· δεικνὺς ὅτι οὐχ ἑτέρου τινὸς χειραγωγοῦντος ἀνέβη, ἀλλ' αὐτὸς ταύ 55.214 την ὁδεύων τὴν ὁδόν. Ὁ μὲν γὰρ Ἠλίας οὐδὲ τοσαύτην ἐλθὼν ὅσην ὁ Χριστὸς, ὑφ' ἑτέρας ἤγετο δυνάμεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης φύσεως δύνασθαι ξένην ὁδεύειν ὁδόν. Ὁ δὲ Μονογενὴς ἀνέβη οἰκείᾳ ἐξουσίᾳ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Λουκᾶς οὕτως ἔλεγε· Καὶ ἦσαν ἀτενίζοντες πορευομένου