172
αὐτοῦ εἰς τὸν οὐρανόν. Οὐκ εἶπεν, ἀναλαμβανομένου αὐτοῦ, οὐδὲ βασταζομένου· πορεία γὰρ αὐτοῦ ἰδία τὸ γινόμενον ἦν. Εἰ δὲ πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, τί θαυμαστὸν, εἰ καὶ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμνε; Ποῦ δὲ Ἐν ἀλαλαγμῷ; Τίς ἠλάλαξεν, ὅτε ἀνέβη; Καίτοι σιγῇ τοῦτο ἐγένετο, καὶ ἕνδεκα παρόντων μαθητῶν μόνον. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὰς λέξεις ἐκλαμβάνειν, ἀλλ' εἰδέναι τὸ ἐξ αὐτῶν σημαινόμενον; Ὅπερ γὰρ ἐν προοιμίῳ τοῦ ψαλμοῦ ἔλεγον, ὅτι ἕτερόν τι ὁ ἀλαλαγμὸς δηλοῖ, τὴν νίκην, τὸ τρόπαιον· ὃ τοίνυν ἐνταῦθά φησιν, Ἐν ἀλαλαγμῷ, τοῦτό ἐστιν, ὅτι ἐν νίκῃ ἀνέβη, περιγενόμενος θανάτου, καταῤῥίψας τὴν ἁμαρτίαν, τοὺς δαίμονας τροπωσάμενος, τὴν πλάνην ἐκβαλὼν, πάντα μεταβαλὼν πρὸς τὸ βέλτιον, πρὸς τὴν ἀρχαίαν πατρίδα, μᾶλλον δὲ πρὸς πολλῷ βελτίονα, τὴν φύσιν ἀναγαγὼν τὴν ἡμετέραν. Οὐδεὶς γὰρ αὐτῷ παραγενομένῳ ἀντέστη, οὐχ ἁμαρτίας τυραννὶς, οὐ θανάτου δύναμις, οὐ κατάρας ἰσχὺς, οὐ φθορᾶς, οὐ κακίας ἐπίτασις, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ πάντα ταῦτα ὥσπερ ἀράχνην διαῤῥήξας, καὶ δαιμόνων φάλαγγας καὶ διαβόλου νεῦρα, καὶ ἅπαντα ταῦτα διαλύσας, ἀνῆλθε κατορθώσας ἅπερ ἐβούλετο. εʹ. ∆ιὸ καὶ ὁ Παῦλος αὐτοῦ τὸ τρόπαιον διηγούμενος, ἔλεγεν· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καὶ πάλιν· Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον ἐν τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ. Κύριος ἐν φωνῇ σάλπιγγος. Πάλιν τὸ αὐτὸ δηλοῖ, τουτέστιν ἐν νίκῃ λαμπρᾷ. Ἐνταῦθα. δὲ ἕτερόν τι νοητέον, τὸ περιφανὲς, τὸ σαφὲς, τὸ διωλύγιον. Καίτοι γε τότε οὐδεὶς ἔγνω, τούτου γενομένου, ἀλλ' οὕτως ἐγένετο σαφὲς, ὡς σάλπιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἐκεῖνο γὰρ τὸ λάθρᾳ γενόμενον τότε οὐδεὶς σχεδὸν τῶν οἰκούντων τὴν οἰκουμένην ἠγνόησεν, ἀλλ' οὕτως αὐτὸ ἐξεκάλυψε τῶν πραγμάτων ἡ φύσις, ὡς σάλπιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Οὐ γὰρ δὴ οὕτω σάλπιγξ ἠχοῦσα ἅπαντας ἂν ἐκάλεσεν ἐπὶ τὴν θέαν ἐκείνην, ὡς μετὰ ταῦτα ἡ τῶν πραγμάτων φωνὴ τὴν ἀνάβασιν ἔδειξε, βροντῆς ἁπάσης ἰσχυρότερον κατάδηλον τὸ πρᾶγμα ποιήσασα. Οὐδὲ γὰρ ἂν βροντὴ οὕτω τὴν οἰκουμένην ἐκάλεσεν, ὡς ἡ τῶν πραγμάτων ἐπίδειξις τούς τε ὄντας τότε, τούς τε μετὰ ταῦτα ἐσομένους. Ἡ μὲν γὰρ βροντὴ τοῖς παροῦσίν ἐστι κατάδηλος· αὕτη δὲ πάσαις γενεαῖς σάλπιγγος λαμπρότερον, καὶ βροντῆς σαφέστερον ἐπιδείκνυται τὸ γεγενημένον. Οὐκ ἂν δέ τις ἁμάρτοι σάλπιγγας τὰ στόματα τῶν ἀποστόλων εἰπὼν, οὐχὶ χαλκηλάτους σάλπιγγας, ἀλλὰ χρυσίου τιμιωτέρας, καὶ λίθων πολυτελεστέρας. ∆ιὰ τί οὖν οὐκ εἶπε, σάλπιγγος, ἀλλ', Ἐν φωνῇ σάλ 55.215 πιγγος; Τὸ ὁμόψυχον αὐτῶν δηλῶν, καθάπερ καὶ ὁ Παῦλος λέγει· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία, καὶ ἡ ψυχὴ μία· ἐσάλπιζον δὲ, οὐκ εἰς πόλεμον καλοῦντες, ἀλλὰ τὰ νικητήρια εὐαγγελιζόμενοι. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων, ὅταν εἰς πόλεμον εἰσίωσι, μετὰ τῶν σημείων προηγοῦνται αἱ σάλπιγγες, διανιστῶσαι τοὺς παρόντας, οὐ τῇ ὄψει, ἀλλὰ καὶ τῇ ἀκοῇ, οὕτω καὶ τότε ἐγένετο· τῶν ἀποστόλων εἰσιόντων εἰς ἑκάστην πόλιν, ἤχουν αἱ σάλπιγγες, καὶ πρὸς τὴν ἀκρόασιν ἅπαντες ἔτρεχον. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. ∆ιηγησάμενος τοίνυν τὸ μέγεθος τοῦ κατορθώματος, καλεῖ τὴν οἰκουμένην ἐπὶ τὴν εὐφημίαν μετὰ πολλῆς τῆς σπουδῆς· διὸ καὶ διπλασιασμῷ κέχρηται· καὶ οὐχ ἁπλῶς καλεῖ ψάλλειν, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Τί ἐστι, Ψάλατε συνετῶς; Καταμαθόντες, φησὶ, τὰ γεγενημένα, ἐννοήσαντες τὸ μέγεθος τῶν κατορθωμάτων. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι διὰ τοῦ εἰπεῖν,