173
Συνετῶς· τὸ μὴ φωνῇ μόνον, ἀλλὰ καὶ ἔργοις ψάλλειν· τὸ μὴ γλώττῃ μόνον, ἀλλὰ καὶ βίῳ. Ἐβασίλευσε γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Ἄλλος φησὶν, Ἐπάνω τῶν ἐθνῶν. Καὶ ποίαν βασιλείαν ἐνταῦθά φησιν; Οὐκ ἐκείνην τὴν κατὰ τὸν τῆς δημιουργίας λόγον, ἀλλὰ ταύτην τὴν τῆς οἰκειώσεως. Ἐβασίλευσε μὲν γὰρ καὶ πρὸ τούτου πάντων, ἅτε δημιουργὸς καὶ ποιητὴς ὤν· νυνὶ δὲ καὶ ἑκόντων καὶ χάριν εἰδότων· ὅπερ μεγίστης εὐφημίας ἄξιον καὶ πολλοῦ τοῦ θαύματος, ὅτι ὁ πρὸ τούτου ὑβριζόμενος ὑπὸ Ἰουδαίων, τοσαύτην παρεσκεύασε γενέσθαι τὴν μεταβολὴν, ὡς πανταχοῦ τῆς οἰκουμένης ᾄδεσθαι· καὶ οἱ μήτε προφήτας ἀναγνόντες, μήτε νόμῳ συντραφέντες, ἀλλὰ καὶ θηριώδεις τὸν τρόπον ὄντες, ἀθρόον μετεβάλλοντο, καὶ πάντα ἐκεῖνα ῥίψαντες τὰ τῆς πλάνης, ὑπετάγησαν, οὐχὶ δύο καὶ τρία καὶ τέσσαρα ἔθνη καὶ δέκα, ἀλλ' οἱ πανταχοῦ τῆς οἰκουμένης οἰκοῦντες. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τί ἐστι, Κάθηται ἐπὶ θρόνου; Βασιλεύει, κρατεῖ. Καὶ καλῶς εἶπεν, Ἁγίου. Οὐ γὰρ δὴ βασιλεύει μόνον, ἀλλὰ καὶ ἁγίως βασιλεύει. Τί ἐστιν, Ἁγίως βασιλεύει; Καθαρῶς. Ἄνθρωποι μὲν γὰρ ἐπὶ τὴν ἀρχὴν ἐρχόμενοι ταύτην, αὐτῇ τῇ δυνάμει πρὸς ἀδικίαν κέχρηνται. Ἐκείνη δὲ ἀνέπαφος ἡ ἀρχὴ παντὸς τοιούτου, καθαρὰ καὶ ἁγία. Οὐδὲ γὰρ ἀπάτη, οὐδὲ ἄλλο τι τῶν τοιούτων τὸ δικαστήριον ἐκεῖνο διαφθείρει καὶ παραλογίζεται, ἀλλ' ἔστι καθαρὸν, εἰλικρινὲς, πάσης ἐπέκεινα καθαρότητος ἀπαστράπτον, διαλάμπον ἀφάτῳ τῇ δόξῃ. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. ςʹ. Ἐνταῦθα δείκνυσι τὴν ἐπίτασιν τοῦ Εὐαγγελίου, ὅτι οὐκ ἰδιωτῶν ἥψατο μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὸ διάδημα ἐχόντων, καὶ τῶν ἐπὶ τοῦ θρόνου καθημένων τοῦ βασιλικοῦ. Εἶτα δεικνὺς αὐτὸν ὄντα Καινῆς καὶ Παλαιᾶς ἕνα Θεὸν, φησί· Μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ἀντὶ τοῦ, αὐτὸς οὗτος ὁ καὶ τῶν προπατόρων Θεὸς, ὁ καὶ τὸν νόμον ἐκείνοις δεδωκώς. ∆ιὸ καὶ Ἱερεμίας ἔλεγε· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς 55.216 χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, δεικνὺς ὅτι καὶ Καινῆς καὶ Παλαιᾶς εἷς καὶ ὁ αὐτός ἐστι νομοθέτης. Καὶ ὁ Βαροὺχ πάλιν ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, δεικνὺς ὅτι ὁ τὸν νόμον δεδωκὼς, αὐτός ἐστιν ὁ σαρκωθείς· καὶ ὁ σαρκωθεὶς αὐτὸς καὶ τὸν νόμον δέδωκε. Τοῦτο καὶ ὁ προφήτης λέγει· Συνήχθησαν μετὰ τοῦ Θεοῦ, φησὶν, Ἀβραάμ. Ὁ δὲ Ἑβραῖος, ἀντὶτοῦ, Μετὰ τοῦ Θεοῦ, Ἒμ Ἐλωῒ Ἀβραάμ. Καὶ πῶςτοῦτο γέγονεν; Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Τίνες δὲ οἱ κραταιοὶ τοῦ Θεοῦ, ἀλλ' ἢ οἱ ἀπόστολοι, εἰ πιστοὶ πάντες; Ἐπειδὴ γὰρ τοσοῦτον ἔλαμψεν ἡ δύναμις αὐτῶν, φησὶν, ἐκράτησαν ἁπάντων. Καὶ καλῶς αὐτοὺς κραταιοὺς ἐκάλεσε. Πῶς γὰρ οὐ κραταιοὶ, οἱ πρὸς ἅπασαν τὴν οἰκουμένην παραταξάμενοι, πρὸς τοὺς δαίμονας, πρὸς τὸν διάβολον, πρὸς δήμους, πρὸς πόλεις. πρὸς ἔθνη, πρὸς τυράννους, πρὸς τιμωρίας, πρὸς κολάσεις, πρὸς τήγανα, πρὸς καμίνους, πρὸς συνήθειαν, πρὸς φύσεως τυραννίδα, καὶ πάντα καθελόντες, καὶ ὑψηλότεροι πάντων γενόμενοι, καὶ μηδενὶ χειρωθέντες; πῶς οὐ κραταιοὶ, καὶ μετὰ τελευτὴν τοσαύτην ἐπιδεικνύμενοι τὴν ἰσχύν; πῶς οὐ κραταιοὶ, ὧν τὰ ῥήματα ἀδάμαντός ἐστι στεῤῥότερα καὶ οὐδεὶς αὐτὰ χρόνος ἤλεγξεν, ἀλλὰ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν, τοῦ εὐαγγελικοῦ κηρύγματος πάντῃ καὶ πανταχοῦ διατρέχοντος εἰς τὰ τῆς οἰκουμένης πληρώματα; Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ