175
πάσης τῆς οἰκουμένης. Τοῦτο καὶ ἄλλος αἰνιττόμενος, Ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς, εἶπεν. Ἀγλάϊσμα γὰρ αὐτὴν πάσης τῆς οἰκουμένης καὶ εὐφροσύνην ἐποίησεν. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς εὐσεβείας, καὶ τῆς θεογνωσίας αἱ ῥίζαι καὶ αἱ ἀρχαί. Τοιαύτην τοίνυν οὖσαν αὐτὴν ἐῤῥίζωσε, καὶ καλῶς ἔπηξεν ἐπὶ κόσμῳ τῆς οἰκουμένης, ἐπὶ ἀγαλλιάματι, ἐπὶ χαρᾷ πάσης τῆς γῆς. Τὸ γὰρ διδασκαλεῖον τῆς γῆς τὰ Ἱεροσόλυμα τότε ἦν, καὶ οἱ βουλόμενοι χαρᾶς ἀπολαύειν, καὶ καλλωπίζεσθαι, καὶ κοσμεῖσθαι, ἐντεῦθεν τὰ δέοντα ἐμάνθανον. ∆ιὸ καὶ τοῦτο δηλῶν οὐ ῥιζῶν εἶπεν, ἀλλ', Εὐριζῶν. Εἰ δὲ βούλει αὐτὸ καὶ κατὰ ἀναγωγὴν λαβεῖν, ὄψει τῶν πραγμάτων τὴν ἀλήθειαν. Ἐντεῦθεν γὰρ τὸ ἀγαλλίαμα πανταχοῦ τῆς οἰκουμένης γέγονεν· ἐντεῦθεν ἡ 55.218 εὐφροσύνη καὶ ἡ χαρά· ἐντεῦθεν αἱ πηγαὶ τῆς φιλοσοφίας, ἔνθα Χριστὸς ἐσταυρώθη, ὅθεν οἱ ἀπόστολοι ἐξώρμησαν· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ ῥίζας δὲ ἀθανάτους ἡ χαρὰ αὕτη ἔχει. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἄλλος φησὶν, Ὄρη Σιὼν οἱ μηροὶ τοῦ βοῤῥᾶ. Ὁ δὲ Ἑβραῖος, Ἂρ Σιὼν ἰερχθὴ σαφούν. Τίνος ἕνεκεν, εἰπέ μοι, τοῦ βοῤῥᾶ μνημονεύει νῦν, καὶ τοῦ τόπου τὴν θέσιν ἡμῖν ὑπογράφει; Ἐπειδὴ ἐντεῦθεν συνεχῶς ὁ πόλεμος αὐτοῖς ἀνεῤῥιπίζετο, τῶν βαρβάρων ἐπιόντων, καὶ συνεχῶς οἱ προφῆται τοῦτο λέγουσι, τὸν ἀπὸ βοῤῥᾶ καλοῦντες, καὶ λέβητα ἐκεῖθεν καιόμενον ὑπογράφουσιν· οὕτω γὰρ ἡ Περσῶν χώρα κεῖται πρὸς τὴν Παλαιστίνην. Θαυμάζων τοίνυν τὸ γεγενημένον, τοῦτο ἐπήγαγε, δηλῶν, ὅτι ταύτην τὴν συνεχῶς ἐκεῖθεν ἐνοχλουμένην ἀχείρωτον ἐποίησας. Ὥσπερ γὰρ ἂν εἴ τις λέγοι περὶ σώματος, ὅτι Τὸ μέρος ἐκεῖνο τὸ ἀσθενὲς ἰσχυρότερον εἰργάσω, τοῦτο δὴ καὶ αὐτὸς ἐνταῦθα αἰνίττεται λέγων· Ὅθεν οἰμωγαὶ καὶ δάκρυα, ὅθεν ὑπόθεσις τῶν συμφορῶν, ταῦτα ἡδονῆς τὰ μέρη ἐμπέπλησται, ταῦτα εὐθυμίας. Ὅθεν ἀπειλαὶ καὶ φόβοι καὶ κίνδυνοι, ἐντεῦθεν χαρὰ καὶ εὐφροσύνη, καὶ οὐδεὶς λοιπὸν ἐκεῖνο δέδοικε τὸ μέρος τῆς κτίσεως τὸ βορειότερον, οὐδεὶς κάμνει, οὐδεὶς ὑφορᾶται, ἀλλὰ πάντες ἐν εὐφροσύνῃ, σοῦ ῥιζώσαντος αὐτὴν ἐν ἡδονῇ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἄλλος, Ἐγνώσθη. Ἄλλος, Ὁ Θεὸς ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται εἰς ὀχύρωμα. Ἄλλος, Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς ἐγνώσθη εἰς τὸ ἐξελέσθαι αὐτήν. βʹ. Ἀνακηρύττει αὐτῆς τὸ ἀξίωμα, τὴν εὐφημίαν, τὸν στέφανον, λέγων, Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Εἶτα δεικνὺς πῶς ἐστι πόλις τοῦ βασιλέως τοῦ μεγάλου, ἐπάγει, Ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, τὴν πολλὴν πρόνοιαν ἐνδεικνύμενος, ὅτι ὅλην δι' ὅλου σώζει, οὐχ ὁλοκλήρου μόνον αὐτῆς κηδόμενος, ἀλλὰ καὶ καθ' ἑκάστην οἰκίαν ἐπιδεικνύμενος αὐτοῦ τὴν πρόνοιαν. Ἡμῖν μὲν γὰρ καὶ χωρὶς τούτου γνώριμος, τοῖς δὲ ἐχθροῖς καὶ ἐντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἔδειξε. Καὶ γὰρ ἐπὶ τοῦ Ἐζεκία νέφος βαρβάρων ἐπελθὸν, καὶ πᾶσαν αὐτὴν καθάπερ ἐν σαγήνῃ κυκλώσαντες, ἀπῆλθον τὸ πλέον αὐτῶν καταλιπόντες νεκρούς. Καὶ ἕτεροι δὲ πολλοὶ πολλάκις εἰς αὐτὴν εἰσελθόντες, αἰσχυνθέντες ἀνεχώρησαν. Ταῦτα δὲ πάντα τῇ τοῦ Θεοῦ προνοίᾳ κατωρθώθη, φησὶ, καὶ λαμπρὰν αὐτὴν ἐποίησεν. Οὐ τῷ λαμπρὰ δὲ μόνον, ἀλλὰ καὶ τῷ οὕτω λαμπρὰ γενέσθαι, μεγάλη γέγονεν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Ἄλλος φησὶν, Ἰδοὺ οἱ βασιλεῖς συνετάξαντο. Αὐτοὶ ἰδόντες οὕτως, ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι βιαίῳ. Ἄλλος φησὶ, ∆ι' ἀνέμου βιαίου. Ἄλλος, Καύσωνος. Συντρίψεις πλοῖα Θαρσεῖς. Ἄλλος, Κατεάξεις. Ὁ δὲ Ἑβραῖός φησι, Θαρσεῖς.Ἐνταῦθα πόλεμον διηγεῖται χαλεπὸν καὶ συγκεκροτημένον πάντοθεν, καὶ νίκην λαμπροτέραν.