176
Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀντιλαμβάνεται αὐτῆς καὶ πολλὴν ἐπιδείκνυσι πρόνοιαν, δείκνυσι λοιπὸν καὶ πῶς ἀντελαμ 55.219 βάνετο. Μυρίων γὰρ ἐθνῶν ἐπελθόντων τοῦτο γὰρ διὰ τοῦ πλήθους τῶν βασιλέων δηλοῖ, καὶ οὐχ ἁπλῶς ἐπελθόντων, ἀλλὰ συγκεκροτημένων καὶ συντεταγμένων, τοιαῦτα γέγονε πράγματα, ὡς αὐτοὺς θαυμαστὰς γενομένους τῶν παραδόξων αὐτῶν ἀπελθεῖν. Οὕτω γὰρ ὁ πόλεμος ἐτροποῦτο, ὡς νάρκης, καὶ φρίκης ἐμπλησθέντας αὐτοὺς ἀναχωρεῖν· καὶ μετὰ πολλῆς τῆς ἀγωνίας ἀπεπήδων οἱ πολλοὶ τοὺς ὀλίγους δείσαντες, οἱ συντεταγμένοι τοὺς διῃρημένους, καὶ ὠδινούσης γυναικὸς οὐδὲν ἄμεινον διέκειντο. Ὅθεν δῆλον, ὡς οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην ὁ πόλεμος κατωρθοῦτο, ἀλλὰ Θεὸς ἦν ὁ τὴν μάχην στρατηγῶν, ὁ καὶ τὰ φρονήματα αὐτῶν οὐ μόνον καταβάλλων, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτῶν κατασείων, καὶ ὠδῖνας αὐτοῖς ἐντιθεὶς, καὶ ἄῤῥητον φόβον τινὰ αὐτοῖς ἐργαζόμενος. Καὶ ταὐτὸν γέγονεν, οἷον ἂν εἰ στόλου πολλοῦ ναυτικοῦ συνελθόντος, πνεῦμα ἐμπεσὸν χαλεπὸν συντρίψειε πάντα τὰ πλοῖα, καὶ καταδύσειε τὰς τριήρεις, καὶ πολλὴν ἀθρόον ἐμβάλοι τὴν ταραχήν. Ἐνταῦθα γάρ μοι διὰ τοῦ ὑποδείγματος τούτου τό τε εὔκολον τῆς νίκης δοκεῖ δηλοῦν, καὶ τῆς ταραχῆς τὴν ὑπερβολήν. Καὶ γὰρ ναυτικῷ χρησάμενοι στόλῳ, καὶ οὗτοι παραγενόμενοι ἐκ μακρᾶς τινος καὶ ἀλλοτρίας χώρας, ὥσπερ τινὶ πνεύματι βιαίῳ τῇ ὀργῇ τοῦ Θεοῦ πάντες ἀπώλοντο. ∆ιὸ καὶ τὸν τόπον δηλῶν ὅθεν ἦλθον, ἐπήγαγε τὸ, Θαρσεῖς. Οὕτω γὰρ καὶ ὁ Ἑβραῖος ἐδήλωσε διὰ τῆς λέξεως, ἣν καὶ παρεθήκαμεν ὑμῶν χάριν εἰς τὴν ἀνάγνωσιν τοῦ ῥητοῦ. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ἐκεῖνο ὃ ἔμπροσθεν εἶπον, ὅτι ὥσπερ τὰ πλοῖα Θαρσεῖς ἄνεμος χαλεπὸς ἐμπεσὼν συνέτριψε πολλάκις, οὕτω δὴ τὰ πλήθη ἐκεῖνα συνετάραξεν ὁ Θεός. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς τὸ ἀνώτερον ἐξηγεῖται, τὸ, Εὐριζῶν; Οὐ γὰρ εἶπεν, εὐριζώσας, ἀλλ', Εὐριζῶν, τουτέστι, διηνεκῶς προορῶν, διηνεκῶς κηδόμενος, διηνεκῶς τειχίζων. Εἰπὼν γὰρ τὰ συμβάντα τότε, ἐπὶ τὰ παλαιὰ διηγήματα ἀνάγει τὸν λόγον, δεικνὺς ὅτι ταῦτα ἐκείνων συγγενῆ. Ἃ γὰρ εἴδομεν, φησὶν, ἐπὶ τῶν ῥημάτων, ταῦτα ἐπὶ τῶν ἔργων ἑωράκαμεν, τὰς νίκας, τὰ τρόπαια τοῦ Θεοῦ, τὴν κηδεμονίαν, τὰ παράδοξα θαύματα. Οὐ γὰρ διέλιπεν ὁ Θεὸς ἀεὶ ταῦτα ἐργαζόμενος. Ὥστε αὐτοῦ ἐστι καὶ κινδύνων ἀπαλλάττειν, καὶ πρὸς θεογνωσίαν χειραγωγεῖν. Καὶ καλῶς ὁ προφήτης ἐμνημόνευσε τῶν πρὸ πολλοῦ τοῦ χρόνου γενομένων. Ἐπεὶ γὰρ καὶ ἀπὸ τῶν παλαιῶν διηγημάτων, καὶ ἀπὸ τῶν νεαρῶν παιδεύεσθαι ἔργων, ὥστε τοὺς παχυτέρους αὐτῶν ἀπὸ τῶν γινομένων καὶ τοῖς ἤδη γεγενημένοις πιστεύειν, καὶ διπλοῦν καρποῦσθαι τὸ κέρδος, καὶ τὴν ἀκοὴν αὐτοῖς ἀντὶ ὄψεως γίνεσθαι. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ἕτερος, Εἰκάσαμεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ὁ δὲ Ἑβραῖος, Ἠχαλὰχ δεμμηνοῦ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. γʹ. Ἐπειδὴ εἶπεν, Ἃ ἠκούσαμεν, ταῦτα καὶ εἴδομεν, λέγει καὶ τί ἤκουσε, καὶ τί εἶδε. Τί οὖν ἤκουσε, καὶ 55.220 τί εἶδε; Ὅτι ἰσχυροτέραν καὶ ἀῤῥαγῆ ἡ τοῦ Θεοῦ χάρις τὴν πόλιν ἐργάζεται. Τοῦτο γὰρ αὐτῇ θεμέλιος, τοῦτο ἰσχὺς, τοῦτο ἀχείρωτον αὐτὴν ποιεῖ, οὐκ ἀνθρωπίνη συμμαχία καὶ βοήθεια, οὔτε ὅπλων ἰσχὺς, οὐδὲ πύργοι καὶ τείχη· ἀλλὰ τί; Ὁ Θεὸς αὐτὴν διακρατεῖ. Τοῦτο γὰρ μάλιστα παιδεύεσθαι αὐτοὺς ἔδει, καὶ πρὸς τοῦτο αὐτοὺς ὁ Προφήτης ἐνάγει διηνεκῶς. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Τί ἐστιν, Ὑπελάβομεν; Ἠλπίσαμεν, προσεδοκήσαμεν, ἔγνωμεν τὴν φιλανθρωπίαν τὴν σήν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐθεμελίωσεν, ἐῤῥίζωσεν, ἐτείχισε, δεικνὺς