177
ὅτι ἡ τοσαύτη πρόνοια οὐ κατὰ τὴν ἀξίαν τῶν ἀπολαβόντων, ἀλλὰ κατὰ τὴν ἀγαθότητα τοῦ ποιοῦντος γίνεται, καὶ ἅμα θέλων τὸν τῦφον αὐτῶν καταστεῖλαι, οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Σοῦ τοῦ ἐλέους ἐστὶ ταῦτα τὰ κατορθώματα, τῆς δόξης τῆς σῆς, τῆς ἀγαθωσύνης τῆς σῆς. ∆ιὸ καὶ ἐπήγαγε· Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ἡ αἴνεσίς σου, φησὶ, κατορθώματα οὕτω μεγάλα ποιεῖ καὶ θαυμαστὰ, οὕτως ὑψηλὰ καὶ ἔνδοξα. Οὐ γὰρ κατὰ τὸ μέτρον τῶν εὐεργετουμένων τὴν κηδεμονίαν ἐπεδείκνυσο, οὐδὲ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὸ μέγεθος τὸ σόν. Ἡ αἴνεσις τοίνυν, τουτέστιν, ἡ εὐφημία ἡ ἀπὸ τῶν ἔργων, τὰ κατορθώματα ἐποίησεν ἐξάκουστα. Ἐγίνετο μὲν γὰρ ἐν τῇ Παλαιστίνῃ, διὰ δὲ τὸ μέγεθος καὶ τὸν ὄγκον αὐτὰς τῆς οἰκουμένης κατελάμβανε τὰς ἐσχατιὰς, καὶ οἱ πόῤῥωθεν ὄντες πάντα ἐμάνθανον. Τά γ' οὖν ἐν Αἰγύπτῳ γενόμενα, ἡ Ἰεριχουντία πόρνη τῶν παρόντων ἀκριβέστερον ᾔδει. Πάλιν τὰ ἐν Παλαιστίνῃ συμβάντα καὶ οἱ τὴν τῶν Περσῶν χώραν οἰκοῦντες ἀνεκήρυττον· τὰ ἐν αὐτῇ τῇ Περσίδι πάλιν οἱ πρὸς τὰ πέρατα τῆς γῆς ὄντες ἐγίνωσκον. ∆ιὰ δὴ τοῦτο καὶ ὁ βασιλεὺς διὰ γραμμάτων ἔπεμπε πανταχοῦ τῆς οἰκουμένης, ἀνακηρύττων τὰ ἐν τῇ καμίνῳ. ∆ιὰ τοῦτο καὶ οὗτος εἰπὼν, Καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, ἐπήγαγε· ∆ικαιοσύνης πλήρης ἡ δεξιά σου. Ὅπερ μὲν ἔθος αὐτῷ ποιεῖν συνεχῶς, ἀπὸ τῶν εἰς ἀνθρώπους γινομένων ἀναβαίνειν ἐπὶ τὰ προσόντα αὐτοῦ τῇ φύσει, τοῦτο καὶ ἐπὶ τοῦ παρόντος ποιεῖ· οὐχ ἵνα ἐπιγινόμενα καὶ ἀπογινόμενα νοήσωμεν, μὴ γένοιτο· ἀλλ' ἐπειδὴ ἀσθενεῖ ὁ λόγος καὶ ἡ γλῶττα ἡ ἀνθρωπίνη, δεῖ θεοπρεπῆ τινα ἔννοιαν προστιθέναι τῷ λόγῳ. Τὰ προσόντα οὖν τῇ φύσει τοῦ Θεοῦ ταῦτα λέγει, τὰ συνουσιωμένα αὐτῷ. Τίνα δὲ ταῦτά ἐστι; ∆ικαιοσύνης πλήρης, φησὶν, ἡ δεξιά σου. ∆είκνυσι γὰρ, ὅτι οὐ τῆς ἀξίας ἦν τῶν εὐεργετουμένων τὰ γινόμενα, ἀλλὰ τῆς οὐσίας τῆς αὐτοῦ, ἐπειδὴ αὐτὴ αὐτοῦ ἡ οὐσία δικαιοσύνῃ χαίρει, φιλανθρωπίᾳ εὐφραίνεται. Τοῦτο ἔργον αὐτοῦ, τοῦτο ἔθος αὐτῷ, καὶ διὰ τοῦτο τοσαύτης ἀπήλαυον εὐεργεσίας. Ὥσπερ γὰρ τοῦ πυρὸς τὸ θερμαίνειν, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ αὐτοῦ τὸ εὐεργετεῖν, οὐχ οὕτω δὲ, ἀλλὰ καὶ πολλῷ μᾶλλον. ∆ιὸ καὶ οὕτως εἶπε, ∆ικαιοσύνης πλήρης ἡ δεξιά σου, τὸ δαψιλὲς, τὸ συνουσιωμένον αὐτῷ δηλῶν. Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Ἄλλος φησὶ, ∆ιὰ κρίσεις σου. 55.221 Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν. Ἄλλος, καὶ περιέλθετε. ∆ιηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Ἕτερος, Ἀριθμήσατε τοὺς πύργους αὐτῆς. Ἄλλος,Ἐπαινέσατε. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς. Ἕτερος, Εἰς τὸν περίβολον. Ἕτερος, Τὴν εὐπορίαν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. Ἕτερος, ∆ιαμετρήσατε τὰ βασίλεια αὐτῆς. Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἄλλος, Γενεᾷ μεταγενεστέρᾳ. Ὅτι οὗτος ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τί δήποτε ταῦτα παρακελεύεται, περιιέναι τὴν πόλιν, ἀριθμεῖν τοὺς πύργους, προσέχειν ταῖς οἰκοδομαῖς, τὴν εὐπρέπειαν αὐτῆς ἀναλογίζεσθαι, τοὺς περιβόλους αὐτῆς καὶ τὰ τείχη ψηφίζειν, τὰς οἰκίας καὶ τὰ βασίλεια μετρεῖν, οὐ χρεία τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς ἑαυτὸν ὁ λόγος σαφηνίζει. Εἰπὼν γὰρ ταῦτα, καὶ τὴν αἰτίαν εὐθέως προσέθηκε. Ποίαν δὴ ταύτην; Ὅπως ἂν διηγήσησθε, φησὶν, εἰς γενεὰν ἑτέραν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐμπλήσθητε ἡδονῆς, χάρητε, σκιρτήσατε. Ἀλλὰ μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ ἀκριβείας καταμάθετε αὐτῆς τὴν ἰσχύν. Ἐπειδὴ γὰρ ἐρείπιον γέγονεν, ἐπειδὴ πρόῤῥιζος ἀνεσπάσθη, καὶ τὸ ἔδαφος αὐτῆς σχεδὸν ἀπώλετο, καὶ ἀπέγνωσαν τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν, ὡς λέγειν, Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν, παρανηλώμεθα, καὶ οὐ προσεδόκων αὐτὴν ἀπολήψεσθαι· ἀπέλαβον δὲ αὐτὴν, καὶ οὐ τοιαύτην, οἵαν ἀπέβαλον,