179
παραγενώμεθα, καὶ ἴδωμεν τί βούλεται ἡμῖν ὁ ψαλμῳδὸς εἰπεῖν, ὁ κοινὸς τοῦ γένους τῶν ἀνθρώπων προστάτης. Κἂν βάρβαροί τινες ὦσι, κἂν σοφοὶ, κἂν ἰδιῶται, κελεύεις αὐτοὺς παραγενέσθαι; Ναὶ, φησί. ∆ιὰ δὴ τοῦτο ἀρχόμενος εἶπεν, Πάντα τὰ ἔθνη· καὶ πάλιν ἐπέτεινε λέγων· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, τὴν ἀνθρωπότητα πᾶσαν καλῶν. Βαβαὶ τῆς διδασκαλίας! πῶς ἐστι πᾶσιν ἁρμόδιος, καὶ κοινή. ∆ιὰ γάρ τοι τοῦτο οὐδὲ ἁπλῶς καλεῖ μόνον ἅπαντας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς σπουδῆς, καὶ ἀκριβείας προσέχειν τοῖς λεγομένοις κελεύει. Οὐ γὰρ εἶπεν, Ἀκούσατε μόνον ταῦτα, πάντα τὰ ἔθνη, ἀλλὰ καὶ, Ἐνωτίσασθε. Τὸ δὲ ἐνωτίσασθαι οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μετὰ σπουδῆς ἀκοῦσαι, καὶ συντεταμένῃ τῇ διανοίᾳ. Ἐνωτίσασθαι γὰρ 55.223 λέγεται κυρίως, ὅταν τις οὖς πρὸς οὖς διαλέγηται, συντείνων τε ἑαυτὸν, καὶ ἐκεῖνον κελεύων προσέχειν τοῖς λεγομένοις. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ εἴ τινες οὐκ εἰς ἔθνη καταλέγονται, ἀλλ' εἰσὶ μιγάδες, ἢ νομάδες διεσπαρμένοι, καὶ τούτους ἐπὶ τὴν ἀκρόασιν καλῶ. Καὶ θέα σύνεσιν δημηγόρου. Πρῶτον αὐτῶν διανέστησε τὴν διάνοιαν, καὶ μετεώρους ἐποίησε πρὸς τὴν ἀκρόασιν, τῷ πάντας ἀθρόον καλέσαι. Εἶτα καλέσας, καταστέλλει τὸν τῦφον αὐτῶν, ἵνα μὴ τῷ πλήθει πρὸς ἀπόνοιαν αἴρωνται. Τοιούτων γὰρ μάλιστα ἀκροατῶν χρεία, ὅταν φιλόσοφά τις μέλλῃ φθέγγεσθαι ῥήματα, συντετριμμένων, καὶ κατεσταλμένων, ἀπονοίας καὶ φυσήματος ἀπηλλαγμένων. Πῶς οὖν αὐτῶν κατέστειλε τὴν διάνοιαν; Ἀναμνήσας τῆς φύσεως. Εἰπὼν γὰρ, Ἔθνη, ἐπήγαγεν· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶπε τὴν οὐσίαν, ἐξ ἧς ἡ ἀρχὴ τῆς γενέσεως ἡμῶν, ἀνέμνησε τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός. Καὶ τίνος ἕνεκεν εἶπεν, Οἱ υἱοὶ τῶν ἀνθρώπων; Ἐπειδὴ εἶπε, Γηγενεῖς, ἵνα μή τις νομίσῃ κατὰ τοὺς ἔξω μυθολόγους, ἀπὸ γῆς ἐξ ἀρχῆς βλαστῆσαι τοὺς ἀνθρώπους, καθάπερ τινὲς ἐμυθολόγησαν, σπαρτούς τινας ἐπεισάγοντες, διὰ τοῦτο ἐπήγαγεν· Οἱ υἱοὶ τῶν ἀνθρώπων. Πατέρες γὰρ ὑμῖν εἰσιν οἱ ἄνθρωποι, ἀρχὴ δὲ ὑμῖν κἀκείνοις γενέσεως ἡ γῆ. Τί τοίνυν ὑπερηφανεύεται γῆ καὶ σποδός; Ἐννόησόν σου τὴν μητέρα, καὶ κατάστειλον τὸν τῦφον· καταπάτησον τὸ φρόνημα· ἐννόησον, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πᾶσαν ἀπόνοιαν ἔκβαλε. Τοιούτου γὰρ ἀκροατοῦ δέομαι. ∆ιὰ τοῦτό σε περιστέλλω, ἵνα σε ἐπιτήδειον λάβω πρὸς τὴν τῶν λεγομένων ὑποδοχήν. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Εἶδες Ἐκκλησίας εὐγένειαν. Πῶς γὰρ οὐκ εὐγένειαν, ὅταν μὴ τοῖς ἀξιώμασι διείργῃ τὸν ἀκροατὴν, ἀλλ' ἐξ ἴσου τῆς διδασκαλίας τὸ πᾶν προχέηται, καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι κοινὴν παρέχῃ τὴν τράπεζαν; Ἐπειδὴ γὰρ εἶπε τὸ πάντας ἑνοῦν, τὸ γηγενεῖς εἶναι, καὶ υἱοὺς τῶν ἀνθρώπων, καὶ τὸ κοινὸν τῆς φύσεως ἔδειξε· τότε καὶ τὴν ἐκ τῶν βιωτικῶν δοκοῦσαν διαφορὰν εἶναι καὶ ἀνωμαλίαν εἰσάγων, καὶ ταύτην ἐκβάλλει τῷ λόγῳ, κοινῇ πάντας καλῶν κοινὴ γὰρ ἡμῶν ἡ φύσις, κοινῇ πάντας καλῶ· κοινὴ γὰρ ἡμῶν πόλις ἡ οἰκουμένη. Ἀλλ' ἐπενοήσατέ τινα διαφορὰν ἀπὸ πλούτου καὶ πενίας, καὶ ἀνωμαλίαν εἰσηγάγετε. Ἀλλὰ καὶ ταύτην ἐκβάλλω πάλιν, οὐχὶ πλουσίους μὲν προσιέμενος, πένητας δὲ ἀτιμάζων, οὐδὲ πένητας μὲν καλῶν, πλουσίους δὲ ἐκβάλλων, ἀλλὰ καὶ τούτους κἀκείνους, καὶ οὐχ ἁπλῶς τούτους κἀκείνους, τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους, ἢ τοὺς μὲν ὑστέρους, τοὺς δὲ πρώτους· ἀλλ' ἐπὶ τὸ αὐτό. Κοινὸς ὁ σύλλογος ἔστω, κοινὸς ὁ λόγος, καὶ κοινὴ ἡ ἀκρόασις. Κἂν πλούσιος ᾖς, ἐκ τοῦ αὐτοῦ γέγονας πηλοῦ, τὴν αὐτὴν εἴσοδον ἔσχες τῷ πένητι, τὴν αὐτὴν γένεσιν. Καὶ σὺ ἀνθρώπου υἱὸς, κἀκεῖνος. βʹ. Ὅταν τοίνυν τὰ καίρια καὶ κύρια ἴσα ὑμῖν ᾖ καὶ ὁμότιμα, τί διὰ τὰς σκιὰς καὶ ὀνείρατα σεαυτὸν φυσᾷς, ἐκ τῶν οὐδὲν ὄντων τὰ κοινὰ διαιρῶν; Κοινὰ τὰ τῆς φύσεως,