180
κοινὰ τὰ τῆς γενέσεως, τὰ τῆς οἰκειώσεως. Τί τοίνυν τὴν ἔξωθεν περιβολὴν ἐπεισάγεις εἰς διαιρέσεως ἀφορμήν; Οὐκ ἀνέχομαι. ∆ιὰ τοῦτο καλῶ σε μετὰ τοῦ πένητος, λέγων· Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐκ ἔστιν ἰδεῖν ἐπὶ τὸ αὐτὸ πλούσιον καὶ πένητα· οὐκ ἐν δικαστηρίοις, οὐκ ἐν βασιλικαῖς αὐλαῖς, οὐκ ἐν ἀγοραῖς, οὐκ ἐν τραπέζαις· ἀλλὰ τὸν μὲν ἐν τιμῇ, τὸν δὲ ἐν καταφρονήσει· τὸν μὲν ἐν παῤῥησίᾳ, τὸν δὲ ἐν αἰσχύνῃ· ἡ γὰρ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσακουόμενοι. Ἐλάλησε πλούσιος, καὶ ἐδικαίωσαν αὐτόν· πτωχὸς ἐλάλησε, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Ἀλλ' οὐκ ἐνταῦθα. Οὐδὲ γὰρ ἐπὶ τῆς Ἐκκλησίας ἀνέχομαι τῆς πλεονεξίας καὶ τῆς ἀλογίας, ἀλλὰ κοινὴν ἅπασι προτίθημι τὴν διδασκαλίαν. Ὅρα σύνεσιν διδασκάλου, πῶς καὶ πρὶν ἢ τῆς δημηγορίας ἄρξασθαι, ἀπὸ τῆς κλήσεως μόνης μέγιστον ὅρον διδασκαλίας ἐξήνεγκεν. Ὁμοῦ γὰρ πάντας καλέσας, οὔτε ἐκεῖνον ἀφῆκε φυσηθῆναι, οὔτε τοῦτον ἐξευτελίζεσθαι, ἀλλ' ἔδειξεν, ὅτι οὐδὲ ὁ πλοῦτος καλὸν, ὥσπερ οὐδὲ ἡ πενία κακὸν, ἀλλὰ τῶν περιττῶν ἐστι, καὶ ἔξωθεν προσκειμένων. Ὥστε οὐδέν μοι διαφέρει, κἂν τοῦτο ᾖς, κἂν ἐκεῖνο· οὔτε γὰρ πλούσιον ὁρῶ σε ὄντα πλέον ἔχειν, οὔτε πένητα ἔλαττον. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τί δήποτε ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς μετέχων φύσεως, τοσούτου σαυτὸν ἀξιοῖς, ὡς νομίζειν τῆς οἰκουμένης ἐπιτήδειον εἶναι γενέσθαι διδάσκαλον, καὶ τοὺς ἐκ τῶν τερμάτων τῆς γῆς συγκαλεῖν; τί τοῦ τηλικούτου θεάτρου ἄξιον ἔχων εἰπεῖν; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐκάλεσε τὴν οἰκουμένην, ποιῶν ἀξιόπιστον τὸν λόγον, ἄκουσον τί λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος, Καὶ μινυρίσει ἡ καρδία μου σύνεσιν. Ὁ δὲ Ἑβραῖος Οὐαγὶθ τοῦτο εἶπεν. Εἶδες πῶς εὐθέως ἀνήγαγε τὸν λόγον; Οὐ περὶ χρημάτων διαλέξομαι, φησὶν, οὐ περὶ ἀξιωμάτων, οὐ περὶ δυναστείας οὐ περὶ ῥώμης σώματος, οὐ περὶ ἄλλου τινὸς τῶν ἐπικήρων· σοφίαν μέλλω λέγειν μετὰ ἀκριβείας, οὐχ ἁπλῶς ἐκ τοῦ παραχρῆμα ἐπελθοῦσάν μοι. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἄλλος, Κλινῶ παραβολῇ τὸ οὖς μου. Ὁ δὲ Ἑβραῖος Λαμασᾶλ φησιν. Ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἄλλος, Αἴνιγμά μου. Ὁ δὲ Ἑβραῖος Ἰδαθεὶ τοῦτο εἶπε. Καὶ ποία αὕτη πρὸς τὰ εἰρημένα ἀκολουθία; Ἀντὶ 55.225 γὰρ διδασκάλου ἀκροατὴν ὁρῶ νῦν. Ἐκάλεσας μὲν γὰρ ὡς ἀκουσομένους τί χρήσιμον· μετὰ δὲ τὸ παραγενέσθαι καὶ συναγαγεῖν ἅπαντας, καὶ ἐπαγγείλασθαί τι σοφὸν ἐρεῖν, οὐδὲν οὐδέπω φθεγξάμενος, ἀφεὶς τοῦ διδασκάλου τὴν τάξιν, εἰς τοῦ ἀκροατοῦ μεταβαίνεις χώραν. Κλινῶ γὰρ, φησὶν, εἰς παραβολὴν τὸ οὖς μου. Τίνος ἕνεκεν τοῦτο ποιεῖ; Σφόδρα συνετῶς, καὶ ἀκολούθως τοῖς εἰρημένοις. Ἐπειδὴ γὰρ εἶπε, Λαλήσω σοφίαν, ἵνα μή τις ἀνθρώπινον τὸ λεγόμενον εἶναι νομίσῃ, καὶ μελέτην καρδίας, ἵνα μὴ αὐτοῦ εὕρημα ὑποπτεύσῃ, δείκνυσι διὰ τούτων, ὅτι θεῖα τὰ λεγόμενα, καὶ ὅτι οὐδὲν ἴδιον φθέγγεται, ἀλλ' ἅπερ ἤκουσε, ταῦτα λέγει. Ἔκλινα γὰρ, φησὶ, τὸ οὖς μου τῷ Θεῷ, ἤκουσα παρ' ἐκείνου, καὶ τὰ ἄνωθεν κατενεχθέντα εἰς τὴν διάνοιαν τὴν ἐμὴν, ταῦτα λέγω. ∆ιόπερ καὶ ὁ Ἡσαΐας ἔλεγε· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον· προσέθηκέ μοι ὠτίον ἀκούειν. Καὶ ὁ Παῦλος πάλιν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ὁρᾷς καὶ ἐκεῖνον ἀκροατὴν γινόμενον πρότερον, καὶ τότε διδάσκαλον; ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς ἔλεγε, Καὶ μινυρίσει ἡ καρδία μου. Τί ἐστι, Μινυρίσει; Ἄσεται, ψαλμόν τινα ἐρεῖ πνευματικόν. Εἰ δὲ μελέτην λέγει, μὴ θορυβηθῇς· ἃ γὰρ ἔλαβεν ἀπὸ τοῦ Πνεύματος, ταῦτα διηνεκῶς ἐμελέτα, καὶ παρ' ἑαυτῷ ἀνεκίνει, καὶ τότε ἀνακινήσας, εἰς τοὺς ἄλλους ἐξέφερε. Τί δέ ἐστιν, Εἰς παραβολήν; Πολυσήμαντόν τί ἐστι τὸ ὄνομα. Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδειγμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ· Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἔστι παραβολὴ καὶ αἰνιγματώδης λόγος, ὃ πολλοὶ