181
λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ' ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, οἷα τὰ τοῦ Σαμψὼν, ἃ ἔλεγεν· Ἐξῆλθεν ἀπὸ ἐσθίοντος βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ ὁ Σολομὼν, Νοήσει τε παραβολὴν, καὶ σκοτεινὸν λόγον. Λέγεται παραβολὴ καὶ ἡ ὁμοίωσις· Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Παραβολὴ λέγεται καὶ τροπολογία· Υἱὲ ἀνθρώπου, εἰπὲ τὴν παραβολὴν ταύτην αὐτοῖς. Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος· ἀετὸν λέγων τὸν βασιλέα. Παραβολὴ λέγεται καὶ τύπος, καὶ εἰκὼν, καθάπερ δείκνυσι καὶ ὁ Παῦλος λέγων· Πίστει προενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο· τουτέστιν, ἐν τύπῳ καὶ ἐν εἰκόνι. γʹ. Τί οὖν ἐνταῦθα βούλεται αὐτῷ ἡ παραβολή; Ἐμοὶ δοκεῖ τὸ διήγημα λέγειν. Εἰ δὲ αἰνιγματώδη ποιεῖ τὸν λόγον καὶ πολλὴν ἔχοντα τὴν δυσκολίαν, μηδὲ οὕτως θορυβηθῇς· ἵνα γὰρ διεγείρῃ τὸν ἀκροατὴν, τοῦτο ποιεῖ, ἄλλως δὲ καὶ ἐπειδὴ πολλοὺς ἡ εὐκολία εἰς ῥᾳθυμίαν ἄγει, διὰ τοῦτο ἐν παραβολῇ φθέγγεται. Ἐπεὶ καὶ ὁ Χριστὸς πολλὰ ἐν παραβολαῖς ἐλάλει, κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς ἐπέλυε ταύτας. Ἡ γὰρ παραβολὴ τὸν ἄξιον καὶ οὐκ ἄξιον διαιρεῖ· ὁ μὲν γὰρ ἄξιος ἐκζητεῖ τὰ λεγόμενα εὑρεῖν, ὁ δὲ ἀνάξιος παρατρέχει· ὅπερ καὶ τότε ἐγίνετο. Οἱ μὲν γὰρ Ἰουδαῖοι οὐδὲ ὑπὸ τῆς δυσκολίας διεγειρόμενοι πρὸς τὴν ἐρώ 55.226 τησιν εἵλκοντο· οὕτω καθάπαξ οὐ προσεῖχον τοῖς λεγομένοις. Ἱκανὸν δὲ τοῦτο πρὸς ζήτησιν διεγεῖραι, ὅταν ᾖ τι συνεσκιασμένον. ∆ιὸ καὶ ὁ Χριστὸς ἐποίει τότε τοῦτο, καὶ ἐν παραβολαῖς ἐλάλει, ἐρεθίζων καὶ διεγείρων αὐτοὺς πρὸς ἐπιθυμίαν ἀκροάσεως ἀναπεπτωκότας καὶ καθεύδοντας· ἀλλ' οὐδὲ οὕτω προσεῖχον· οἱ δὲ μαθηταὶ προσέκειντο, καὶ ἀγνοοῦντες ἐνέμενον δι' αὐτὸ τοῦτο μάλιστα, ὅτι ἠγνόουν. ∆ιὸ καὶ κατ' ἰδίαν ἔλυεν αὐτοῖς τὰς παραβολάς. ∆ιὰ τοῦτο καὶ οὗτός φησι· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, διὸ καὶ ἀλλαχοῦ φησι· Φθέγξομαι προβλήματα ἀπὸ καταβολῆς κόσμου. ∆ιὰ τοῦτο καὶ σοφίαν ἐτόλμησε καλέσαι, θαῤῥῶν τῇ θείᾳ ἀποκαλύψει· διὰ τοῦτο καὶ Ἐν ψαλτηρίῳ φησὶ, τὸ πνευματικὸν ἐμφαίνων τῆς διδασκαλίας, τὴν ἄνωθεν κατοχὴν αὐτοῦ γενομένην, καὶ ἐν ᾄσματος τάξει ποιεῖται τὴν συμβουλὴν, ἡδύνων τὸν λόγον. Εἶδες οἷον τὸ προοίμιον κατεσκεύασεν; Ἐκάλεσε τὴν οἰκουμένην, ἐξέβαλε τὴν ἀνωμαλίαν τὴν ἐν τῷ βίῳ, ἀνέμνησε τῆς φύσεως, κατέστειλε τὰ φρονήματα, ὑπέσχετο μέγα τι καὶ γενναῖον ἐρεῖν, εἶπε μηδὲν οἴκοθεν φθέγγεσθαι, ἀλλ' ἃ παρ' ἐκείνου ἤκουσε, πολλὴν ᾐνίξατο ἐν τῷ λόγῳ τὴν ἀσάφειαν εἶναι, προσεκτικωτέρους ποιῶν· πνευματικὴν ὑπέσχετο σοφίαν ἡμᾶς διδάξαι, ἣν διὰ παντὸς ἐμελέτα. Προσέχωμεν τοίνυν, καὶ μὴ παρατρέχωμεν. Εἰ γὰρ σοφὸς ὁ λόγος, καὶ παραβολὴ, καὶ πρόβλημα, διεγηγερμένης χρεία διανοίας. Τίς οὖν ἐστιν ἡ συμβουλὴ, καὶ τί τὸ πρόβλημα, καὶ τίς ἡ παραβολὴ, καὶ τίς ἡ σοφία, ἣν ἄνωθεν ἤκουσεν; Ἵνα τί φοβοῦμαι, φησὶν, ἐν ἡμέρᾳ πονηρᾷ; Ἄλλος, Ἐν ἡμέραις πονηροῦ. Ἄλλος,Κακοῦ. Ὁ Σύρος, Ῥᾶ. Ἡ ἀνομία τῆς πτέρνης μουκυκλώσει με. Ἄλλος, Τῶν ἰχνέων μου. Ὁ δὲ Ἑβραῖος, Ἀὼν ἀκουββαεὶ ἰσουββουνεί. Εἶδες πῶς πρόβλημα, καὶ αἴνιγμα, καὶ σκοτεινὸς ὁ λόγος, καὶ πολλὴ ἡ ἀσάφεια; Ἀλλ', εἰ δοκεῖ, πρότερον μάθωμεν, ποίαν λέγει πονηρὰν ἡμέραν. Ποίαν τοίνυν εἴωθε καλεῖν ἡ Γραφὴ ἡμέραν πονηράν; Τὴν τῶν συμφορῶν, τὴν τῶν κολάσεων, τὴν τῶν περιστάσεων. Ὃ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Τοιαύτη δέ ἐστιν ἡ μέλλουσα τοῖς ἁμαρτωλοῖς, ἡ φοβερὰ ἐκείνη, καὶ