182
ἀφόρητος. Εἶδες πρῶτον φιλοσοφίας ὅρον τῆς ἀνωτάτω, καὶ πῶς διευκρινεῖ σοι ὁ λόγος, ποῖα μὲν ἄξια φόβου, ποῖα δὲ καταγνώσεως; Ἂν γὰρ μὴ ταύτην τις τὴν ἀρίστην ποιήσηται διαίρεσιν, καθάπερ ἐν σκότῳ βαθεῖ καὶ συγχύσει πραγμάτων περιφερόμενος, ἀπορεῖται. Ἂν μὴ διέλωμεν τίνα μὲν φοβεῖσθαι δεῖ, τίνα δὲ διαπτύειν, πολλὴ κατὰ τὸν βίον ἔσται ἡ πλάνη, πολὺς ὁ κίνδυνος. Καὶ γὰρ ἐσχάτης ἀνοίας φοβεῖσθαι τὰ μὴ ἄξια φόβου, καταγελᾷν δὲ ἃ φοβεῖσθαι δίκαιον. Τούτῳ καὶ οἱ ἄνδρες τῶν παίδων διεστήκασιν, ὅτι ἐκεῖνοι μὲν ἅτε ἐν ἀτελεῖ διανοίᾳ ὄντες, προσωπεῖα δεδοίκασι, καὶ ἀνθρώπους σάκκον περικειμένους· τὸ δὲ ὑβρίσαι πατέρα ἢ μητέρα, οὐδὲν εἶναι ἡγοῦνται· καὶ πυρὶ μὲν ἐπιπηδῶσι, καὶ λύχνοις καιομένοις, φόρους δέ τινας δεδίττονται, οὐδὲν ἔχοντας δεινόν· οἱ δὲ ἄν 55.227 δρες οὐδενὶ τούτων ἐπιστρέφονται. Ἐπεὶ οὖν πολλοὶ παίδων εἰσὶν ἀνοητότεροι, διαίρεσιν ποιεῖται ταύτην, καὶ λέγει τίνα χρὴ φοβεῖσθαι, οὐ τὰ πολλοῖς δοκοῦντα φοβερὰ, πενίαν λέγω, καὶ ἀδοξίαν, καὶ νόσον ταῦτα γὰρ οὐ μόνον τοῖς πολλοῖς φοβερὰ, ἀλλὰ καὶ ἐπαχθῆ, καὶ φορτικά· ἀλλ' οὐδὲν τούτων τίθησιν, ἀλλ' ἁμαρτίαν μόνην· τοῦτο γάρ ἐστιν· Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Τοῦτο οὖν ἐστιν αἰνιγματώδης λόγος, τοῦτο καινὸς καὶ παράδοξος τρόπος. Σφόδρα γὰρ καινὸν καὶ παράδοξον τοῖς πολλοῖς εἶναι δοκεῖ τὸ λέγειν, μὴ δεῖν τι φοβεῖσθαι τῶν ἐν τῷ βίῳ λυπηρῶν. Τί οὖν φοβοῦμαι, φησὶν, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ; Ἓν μόνον, μήποτε ἡ ἀνομία τῆς ὁδοῦ μου καὶ τοῦ βίου μου κυκλώσῃ με. Οἶδε δὲ καὶ πτέρναν καλεῖν τὴν ἀπάτην ἡ Γραφή. Ὁ ἐσθίων γὰρ μετ' ἐμοῦ, φησὶν, ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτερνισμόν. Καὶ πάλιν ὁ Ἡσαῦ ἔλεγεν περὶ τοῦ Ἰακώβ· ∆εύτερον τοῦτο ἐπτέρνικέ με. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, ἀπατηλὸν, καὶ ἱκανὸν συναρπάσαι. Ταύτην, φησὶ, δέδοικα τὴν ἀπατῶσάν με ἁμαρτίαν, τὴν κυκλοῦσάν με. δʹ. ∆ιὸ καὶ ὁ Παῦλος αὐτὴν εὐπερίστατον καλεῖ, τὴν συνεχῶς περιβάλλουσαν δηλῶν, τὴν εὐκόλως, τὴν ῥᾳδίως. Ἐν μὲν οὖν τούτοις τοῖς δικαστηρίοις πολλὰ δεδοίκασιν οἱ ἄνθρωποι, καὶ χρημάτων περιουσίαν, καὶ δυναστείαν, καὶ ἐπήρειαν, καὶ ἀπάτην· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ἣ ἁμαρτία μόνον φοβερὸν, πανταχοῦ κυκλοῦσα τοὺς ἁλισκομένους, καὶ στρατοπέδων χαλεπώτερον. ∆εῖ μὲν οὖν πάντα πράττειν, ὥστε μὴ κυκλοῦσθαι ὑπ' αὐτῆς, ἀλλ' ἐπειδὰν ἴδωμεν βουλομένην αὐτὴν ἡμᾶς περιβαλεῖν, διαφεύγειν αὐτῆς τὰς λαβὰς, ὅπερ οἱ γενναῖοι τῶν στρατιωτῶν ποιοῦσιν· ἂν δὲ καὶ ἁλῶμεν, διακόπτειν ταχέως αὐτὴν, ὅπερ καὶ ὁ ∆αυῒδ ἐποίησε, διατεμὼν αὐτῆς τὴν ἰσχὺν διὰ τῆς μετανοίας. Ἐκυκλώθη μὲν γὰρ ὑπ' αὐτῆς, ἀλλὰ ταχέως αὐτὴν διέφυγεν. Ὁ τοῦτο δεδοικὼς, οὐδὲν ἄλλο φοβηθήσεταί ποτε, ἀλλὰ καταγελάσει τῶν ἐν τῷ παρόντι βίῳ χρηστῶν, ὑπερόψεται τῶν λυπηρῶν, τοῦ φόβου μόνον ἐκείνου κατασείοντος αὐτοῦ τὴν διάνοιαν. Οὐδὲν γὰρ, οὐδὲν τῶν ἄλλων φοβερὸν τῷ τοῦτον κεκτημένῳ τὸν φόβον, οὐδὲ αὐτὸ τὸ κεφάλαιον τῶν φοβερῶν, ὁ θάνατος, ἀλλ' ἢ τοῦτο μόνον. Πῶς; Ὅτι γεέννῃ παραδίδωσιν, ὅτι πρὸς τὰς ἀθανάτους παραπέμπει τιμωρίας. Τοῦτο πάλιν κατορθωθὲν ἅπασαν εἰσάγει τὴν ἀρετήν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, μὴ φυσᾶσθαι τοῖς χρηστοῖς, μὴ ταπεινοῦσθαι τοῖς λυπηροῖς, μηδένα τῶν παρόντων ποιεῖσθαι λόγον, πρὸς τὰ μέλλοντα ὁρᾷν, τὴν ἡμέραν ἀναμένειν ἐκείνην, τοιούτῳ φόβῳ συζῇν. Ὁ τοιοῦτος ἄγγελος ἔσται τοῦτο μόνον δεδοικὼς, τῶν δὲ ἄλλων μηδέν· οὐδὲ γὰρ φοβηθήσεταί τι τῶν ἄλλων, ἂν τοῦτο μόνον ᾖ δεδοικὼς, ὡς δεδοικέναι χρή· ὥσπερ οὖν ὁ μὴ τοῦτο δεδοικὼς, πολλοῖς ὑποκείσεται φοβεροῖς. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Ἄλλος, Ἀλαζονευόμενοι. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; 55.228 Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς