183
λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; εἴποι τις ἄν. Πολλὴ μὲν οὖν, καὶ συνεχὴς, καὶ σφόδρα τῶν ἔμπροσθεν ἐκκρεμαμένη. Ἐπειδὴ γὰρ περὶ δικαστηρίου ὁ λόγος αὐτῷ, καὶ τῶν φοβερῶν ἐκείνων εὐθυνῶν, καὶ τῆς ἀδεκάστου ψήφου· πολλοὶ δὲ ἐν δικαστηρίοις τοῖς ὧδε τὸ δίκαιον διέφθειραν, καὶ δικαστὰς ὠνήσαντο, καὶ διέφυγον τὴν δίκην· ἀνακηρύττων ἐκείνης τῆς ψήφου τὸ ἀδέκαστον, καὶ τὸν φόβον αὔξων, ὃν πρότερον εἴρηκε, ταῦτα ἐπήγαγε δεικνὺς, ὅτι καλῶς εἶπεν ἕνα φόβον φοβεῖσθαι τὸν ἀπὸ τῆς ἁμαρτίας, ἄλλον δὲ μηδένα. Οὐ γὰρ ἔστιν ἐκεῖ χρήμασι φθεῖραι τὸ δίκαιον, οὐδὲ καταβαλόντα δῶρα ἐξαρπάσαι τῆς γεέννης ἑαυτόν· οὐδὲ προστασία καὶ συνηγορία σώζει, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ πλούσιος ᾖς, κἂν δυνάστης, κἄν τινι γνώριμος, πάντα ταῦτα εἰκῆ καὶ μάτην· ἀπὸ τῶν ἔργων ἕκαστος ἐκεῖ καὶ κολάζεται καὶ στεφανοῦται. Ἐπεὶ καὶ ὁ ἐπὶ τοῦ Λαζάρου σφόδρα πλούσιος ἦν, ἀλλ' οὐδὲν αὐτὸν ὁ πλοῦτος ὤνησε· καὶ αἱ παρθένοι γνωρίμους εἶχον τὰς παρθένους, ἀλλ' οὐδὲν αὐτὰς ἡ οἰκείωσις ὠφέλησεν· ἓν γάρ ἐστι τὸ ζητούμενον ἐκεῖ μόνον. Ὑμεῖς τοίνυν, φησὶν, οἱ τῷ πλούτῳ θαῤῥοῦντες, καὶ δυναστείαν περιβεβλημένοι, εἰκῆ καὶ μάτην φυσᾶσθε· οὐδὲ γὰρ διαβήσεται μεθ' ὑμῶν εἰς ἐκεῖνο τὸ δικαστήριον ἡ τῶν χρημάτων περιουσία, οὐδὲ ἡ τῆς δυναστείας ἰσχύς· ἀλλ' οὐδὲ οἰκειότης καὶ συγγένεια οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν ὑμᾶς ἐξαιρήσεται. Οὐκ ἔστιν ἐκεῖ καταβαλόντα χρήματα, οὐδὲ ἐξιλασμὸν, οὐδὲ τιμὴν ψυχῆς, σωθῆναί ποτε. Τί οὖν ὅτι φησὶν ἡ Γραφὴ, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ὅπως εἰσδέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς; Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἐναντίον, οὐδὲ μαχόμενον τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συμφωνοῦν. Φίλους γὰρ ἐνταῦθα δεῖ ποιεῖν ἐν τῷ παρόντι βίῳ, χρήματα καταβάλλοντας, τὰ ὄντα δαπανῶντας εἰς τοὺς δεομένους. Οὐδὲν οὖν ἄλλο ἐνταῦθα ἢ ἐλεημοσύνην δαψιλῆ αἰνίττεται. Ὡς ἐὰν ἀπέλθῃς ἐκεῖ, μηδὲν τούτων ἐργασάμενος, οὐδείς σου προστήσεται. Οὐδὲ γὰρ ἡ φιλία ἐκείνων ἡμῖν προΐσταται, ἀλλὰ τὸ ἐκ τοῦ μαμωνᾶ γενέσθαι φίλους· διὰ τοῦτο προσέθηκε, Φίλους ἐκ τοῦ μαμωνᾶ, ἵνα μάθῃς, ὅτι αὐτά σου τὰ ἔργα φείσεται, ἡ ἐλεημοσύνη, ἡ φιλανθρωπία, ἡ εἰς τοὺς δεομένους φιλοτιμία. Ἐπεὶ ὅτι γε οὔτε συγγένεια, οὔτε οἰκειότης ὠφελεῖ τι χωρὶς ἔργων, ἄκουσον τί φησιν ὁ προφήτης· Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ῥύσονται. Καὶ τί λέγω ἐν τῷ μέλλοντι, ὅπου γε καὶ ἐν τῷ παρόντι βίῳ οὐδὲν ὤνησε φιλία; Πόσα οὖν ἀπωδύρατο καὶ ἐθρήνησεν ὁ Σαμουὴλ, καὶ τὸν Σαοὺλ οὐκ ἐξήρπασε; πόσα δὲ ὁ Ἱερεμίας ηὔξατο, καὶ τοὺς Ἰουδαίους οὐδὲν ὤνησεν, ἀλλὰ καὶ ἐπετιμήθη εὐχόμενος; Καὶ τί θαυμάζεις, εἰ Ἱερεμίας οὐδὲν ὀνίνησιν, ὅπου γε οὐδὲ τὸν Μωσέα λέγει, εἰ κατ' ἐκεῖνο καιροῦ ἦν, δύνασθαι σῶσαι τοὺς τότε Ἰουδαίους, ἐπειδὴ τὰ τῆς κακίας ἐκράτησε, καὶ οὐδὲν οἴκοθεν εἰσήνεγκαν; εʹ. Πόσα περὶ Ἰουδαίων ὁ Παῦλος ἐθρήνει, λέγων, 55.229 Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν; Τί οὖν ἴσχυσεν αὐτοῦ ἡ δέησις; Οὐδέν. Καὶ τί λέγω δέησις, ὅπου γε καὶ ἀνάθεμα ηὔχετο εἶναι ὑπὲρ αὐτῶν; Τί οὖν; περιτταί εἰσιν αἱ τῶν ἁγίων εὐχαί; Οὐδαμῶς, ἀλλὰ καὶ σφόδρα ἰσχὺν ἔχουσαι, ὅταν αὐταῖς καὶ σὺ βοηθῇς. Οὕτως ἀνέστησε τὴν Ταβιθὰν ὁ Πέτρος, οὐκ εὐχῇ μόνον, ἀλλὰ καὶ τῇ ἐκείνης ἐλεημοσύνῃ· οὕτως ἑτέρων προέστησαν εὐχόμενοι οἱ ἅγιοι. Καὶ τοῦτο μὲν ἐνταῦθα, ἔνθα τὰ σκάμματα, καὶ τὰ παλαίσματα· ἐκεῖ δὲ οὐδὲν τούτων, ἀλλ' ἀπὸ τῶν ἔργων ἡ σωτηρία μόνον. Σφόδρα δέ μοι καὶ κωμῳδεῖ τοὺς πλουτοῦντας ἐνταῦθα, καὶ τοὺς πεφυσημένους. Οὐδὲ γὰρ εἶπεν, Οἱ ἔχοντες χρήματα, οὐδὲ, Οἱ δύναμιν κεκτημένοι, ἀλλ', Οἱ πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν, καὶ