184
ἐπὶ τῇ δυνάμει αὐτῶν καυχώμενοι, καταγελῶν αὐτῶν καὶ καθαπτόμενος, ὅτι σκιαῖς πεποίθασι, καὶ ἐπὶ καπνῷ μέγα φρονοῦσι. Καὶ καλῶς εἶπε, Τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ οὐ δώσει· τιμὴ γὰρ ψυχῆς οὐδὲ ὁ κόσμος ὅλος. ∆ιὸ καὶ ἔλεγε· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ ὁ κόσμος ὅλος ψυχῆς τιμὴ, ἄκουσον καὶ περὶ ἑτέρων ἁγίων τί φησιν ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ διὰ τὴν ψυχὴν ὁ κόσμος. Ὥσπερ οὖν οὐκ ἂν ἕλοιτο πατὴρ τὴν οἰκίαν ἀντὶ τοῦ παιδὸς, οὕτως οὐδὲ ὁ Θεὸς τὸν κόσμον ἀντὶ τῆς ψυχῆς· ἀλλ' ἔργων χρεία, καὶ κατορθωμάτων. Βούλει μαθεῖν, ὅση τῶν ἡμετέρων ψυχῶν ἡ τιμή; Μέλλων αὐτὴν ὁ Μονογενὴς λυτροῦσθαι, οὐ κόσμον ἔδωκεν, οὐκ ἄνθρωπον, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ τὸ αἷμα αὐτοῦ τὸ τίμιον. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Εἶδες τιμῆς μέγεθος; Ὅταν τοίνυν τὴν τοσούτου ἀγορασθεῖσαν ἀπολέσῃς, πῶς λοιπὸν αὐτὴν σὺ ὠνήσασθαι δυνήσῃ; Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Εἶδες τὸ πολυτελὲς τῆς τιμῆς; εἶδες τὸ ἀξίωμα τῆς ψυχῆς; Μὴ τοίνυν αὐτῆς καταφρόνει, μηδὲ αἰχμάλωτον ποίει. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος. Ἕτερος ἑρμηνευτής φησι, Καὶ ἐπαύσατο εἰς τὸν αἰῶνα. Ἄλλος, Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει. Ἐπειδὴ γὰρ εἶπε περὶ τῶν πλουτούντων, ἐπειδὴ εἶπε περὶ τῶν δυναστῶν, καὶ ἔδειξεν, ὅτι οὐδὲν ἐκεῖθεν κέρδος ἐστὶ, λέγει λοιπὸν περὶ τῶν ἐν ἀρετῇ βεβιωκότων, περὶ τῶν ἐν πόνῳ καὶ ταλαιπωρίᾳ, ἀλείφων τοὺς ἀθλητὰς τῆς φιλοσοφίας. Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι κόπον ἔσχε καὶ μόχθον· ἀλλ' ἐννόησον τὸν καρπὸν, ὅτι ἄνθρωπος ἀθάνατος γίνεται, ὅτι ζωὴ ἀθάνατος διαδέξεται, ζωὴ τέλος οὐκ ἔχουσα. Πόσῳ τοίνυν βέλτιον, μικρὸν ἐνταῦθα πονέσαντας, αἰώνιον καρποῦσθαι ἄνεσιν, ἢ χαρισάμενον ἑαυτῷ μικρὸν διαπαντὸς ἐν ὀδύναις εἶναι; Εἶτα δεικνὺς ὡς οὐκ ἐκεῖ μόνον τὰ τῶν βραβείων καὶ τὰ τῶν στεφάνων, ἀλλὰ καὶ ἐντεῦθεν τὰ προοίμια τῶν ἐπάθλων, ἐπάγει λέγων· Οὐκ 55.230 ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Μὴ γάρ μοι λέγε· Τὰ μέλλοντα λέγεις μόνον. Ἐνταῦθά σοι δίδωμι τὰ ἐνέχυρα τῶν στεφάνων, μᾶλλον δὲ αὐτὸν τὸν ἀῤῥαβῶνα, καὶ τὰ ἔπαθλα. Πῶς, καὶ τίνι τρόπῳ; Ὅτι ὁ φιλοσοφῶν, καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον· ἀλλ' ὁρῶν πρὸ τῶν ὀφθαλμῶν κείμενον τὸν τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν ὁ τοιοῦτος, τοὺς στεφάνους ἀναλογιζόμενος, τὰ βραβεῖα, τὰ ἀπόῤῥητα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, τὴν ζωὴν ἐκείνην, τὴν μετ' ἀγγέλων χορείαν. Ὥσπερ οὖν ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ καταπίπτει, οὐδὲ κατηφὴς γίνεται, ἀλλὰ τότε μάλιστα χαίρει καὶ γέγηθεν, εἰδὼς ὅτι ἡ διάλυσις ἐκείνη βελτίονος γίνεται γενέσεως ἀρχὴ, καὶ πλείονος ὑπόθεσις φορᾶς· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ' ἑκάστην προσδοκῶν τὴν ἡμέραν, ὅταν ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει, καθάπερ οἱ πολλοὶ, οὐ θορυβεῖται, καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους. Τίνας δὲ λέγει σοφούς; Οὐ τοὺς ὄντως σοφοὺς, ἀλλὰ τοὺς νομιζομένους σοφούς. Ἐμοὶ δὲ δοκεῖ τοὺς τῶν ἔξωθεν σοφοὺς λέγειν, κωμῳδῶν αὐτοὺς καὶ ἐντεῦθεν, ὅτι δοκοῦντες εἶναι σοφοὶ, ἐμωράνθησαν, οὐδὲν περὶ ἀναστάσεως φιλοσοφήσαντες. Ὅταν οὖν ἴδῃ τοὺς φιλοσόφους ἐκείνους ἀπολλυμένους, θρηνουμένους, δακρυομένους, μετὰ οἰμωγῆς ἐκπεμπομένους, τότε αὐτὸς οὐδὲν πείσεται τοιοῦτον, ἀλλὰ ἀνώτερος ἔσται τῶν τοιούτων βελῶν, ταῖς χρησταῖς ἐλπίσιν ὀρθούμενος, καὶ εἰδὼς ὅτι ἡ διαφθορὰ αὕτη οὐκ ἔστι τῆς οὐσίας ἀναίρεσις, ἀλλὰ τῆς