185
θνητότητος δαπάνη, καὶ τῆς φθορᾶς ἀνάλωμα. Ὁ γὰρ θάνατος οὗτος οὐ τὸ σῶμα ἀπόλλυσιν, ἀλλὰ τὴν φθορὰν δαπανᾷ· ὡς ἥ γε οὐσία μένει μετὰ πλείονος ἀνισταμένη τῆς δόξης, ἀλλ' οὐχὶ πάντων. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων ἔσται, ἡ δὲ μετὰ δόξης ἀνάστασις τῶν ὀρθῶς βεβιωκότων. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Καὶ οἱ τάφοι αὐτῶν, οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἄλλος φησὶ, Τὰ ἐντὸς τῶν οἰκιῶν αὐτῶν εἰς τὸν αἰῶνα. Ἄλλος, Τὰς κατασκηνώσεις αὐτῶν εἰς γενεὰν, ὀνομάσαντες ἐπ' ὀνόμασιν αὐτῶν τὰς γαίας· ὁ δὲ Ἑβραῖος, Ἀληαδαμὼθ, τοῦτο εἶπεν. ςʹ. Εἶδες πῶς οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλὰ καὶ ἀπὸ τῶν ἐνταῦθα συμβαινόντων, ἀπάγει κακίας καὶ πλεονεξίας, καὶ χειραγωγεῖ πρὸς ἀρετὴν, καταλύων τὴν περὶ τὰ χρήματα μανίαν, καὶ τοὺς πρὸς τὰ παρόντα ἐπτοημένους ἀνοήτους καλῶν, καὶ διὰ τῶν πραγμάτων τοῦτο ἀποδεικνύς; Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, ἀνθρώπου πονοῦντος, καὶ ταλαιπωρουμένου, καὶ τοσαῦτα συνάγοντος, ὥστε ἑτέρους ἐντρυφᾷν τοῖς αὐτοῦ πόνοις; τί δὲ τῆς ματαιοπονίας ταύτης χεῖρον, ὅταν αὐτὸς μὲν ἀπέλθῃ τοὺς ἱδρῶτας ἀνασχόμενος, καὶ τοὺς καμάτους ὑπομείνας, ἑτέροις δὲ παρέχῃ τὴν 55.231 ἀπόλαυσιν, καὶ οὐδὲ οἰκείοις τισὶ καὶ γνωρίμοις, ἀλλὰ καὶ πολλάκις ἐχθροῖς καὶ πολεμίοις; ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἑτέροις, ἀλλ', Ἀλλοτρίοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται; Μετὰ τῶν ἔμπροσθεν εἰρημένων, φησί. Ἐνταῦθά μοι τὸν περὶ τῶν ἀσεβῶν δοκεῖ κινεῖν λόγον, τῶν πρὸς τὰ παρόντα ἐπτοημένων, καὶ οὐδὲν περὶ τῶν μελλόντων φιλοσοφούντων, ἀνοήτους καὶ ἐντεῦθεν καλῶν. Εἰ γὰρ μηδὲν ἡγῇ μετὰ ταῦτα εἶναι, τίνος ἕνεκεν σαυτὸν κόπτεις καὶ ταλαιπωρῇ, μυρία συνάγων πανταχόθεν χρήματα, καὶ τοὺς μὲν πόνους ὑπομένων, τῆς δὲ ἀπολαύσεως οὐ μετέχων; Καὶ οἱ τάφοι αὐτῶν, οἰκία αὐτῶν εἰς τὸν αἰῶνα. Τοῦτο κατὰ τὴν ὑπόνοιαν ἐκείνων φησί. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον, τὸ τοὺς τάφους οἰκίαν νομίζειν διηνεκῆ, τὸ φιλοτιμεῖσθαι περὶ ταῦτα; Πολλοὶ γοῦν πολλάκις τοὺς τάφους τῶν οἰκιῶν λαμπροτέρους εἰργάσαντο. Ἢ γὰρ τοῖς πολεμίοις πονοῦσι καὶ ταλαιπωροῦνται, ἢ τῷ σκώληκι καὶ τῇ κόνει, εἰς οὐδὲν δέοντα ταῦτα ἀναλίσκοντες. Τοιαύτη γὰρ τῶν οὐδὲν περὶ τῶν μελλόντων ἐλπιζόντων ἡ φρόνησις. Ἀλλ' ἐνταῦθά μοι στενάξαι ἔπεισιν, ὅτι πολλοὶ καὶ τῶν τὰ μέλλοντα ἐλπιζόντων, κατὰ τοῦτο ἐκείνους μιμοῦνται, τοὺς οὐδεμίαν περὶ τῶν μελλόντων ἔχοντας ἐλπίδα, τάφους οἰκοδομοῦντες, καὶ λαμπρὰ σήματα ποιοῦντες, καὶ χρυσίον κατορύττοντες, καὶ εἰς ἑτέρους τὰ ὄντα παραπέμποντες, κατὰ τοῦτο ἐκείνων χείρους ὄντες. Ὁ μὲν γὰρ οὐδὲν προσδοκῶν μετὰ ταῦτα, εἰ καὶ αὐτὸς ἀλόγως, ἀλλ' ὅμως διὰ τὸ μηδὲν προσδοκᾷν, περὶ τὰ παρόντα φιλοπονεῖται· σὺ δὲ ὁ τὴν μέλλουσαν ζωὴν εἰδὼς, ἄνθρωπε, καὶ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα, κατὰ τὴν ῥῆσιν ἐκείνην τὴν εὐαγγελικὴν, ὅτι Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, ποίαν ἂν σχοίης συγγνώμην; τίνα ἀπολογίαν; ποίαν δὲ οὐκ ἂν ὑποσταίης δικαίως κόλασιν, πάντα ἐνταῦθα καταδαπανῶν εἰς τὴν κόνιν, εἰς τὴν τέφραν, εἰς τὰ σήματα, εἰς τοὺς πολεμίους, εἰς τοὺς ἐχθρούς; Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἰδοὺ καὶ ἑτέρας ἀνοίας εἶδος, τὸ περιτιθέναι τὰς προσηγορίας αὐτῶν οἰκοδομήμασι, καὶ ἀγροῖς, καὶ λουτροῖς, καὶ μεγίστην ἐντεῦθεν καρποῦσθαι παραμυθίαν νομίζειν, καὶ τὴν σκιὰν διώκειν ἀντὶ τῆς ἀληθείας. Εἰ γὰρ μνήμης ἐρᾷς διηνεκοῦς, μὴ ὀνόματα περιθῇς οἰκοδομήμασιν, ἄνθρωπε, ἀλλ' ἀνάστησον τρόπαια κατορθωμάτων, ἃ