187
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν ἡμετέραν. Εἶτα ἑρμηνεύων τὸ, Κατ' εἰκόνα, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. Καὶ τὸν βραχὺν τοῦτον, καὶ τρίπηχυν, καὶ τοσούτῳ τῶν ἀλόγων ἐλάττονα κατὰ τὴν τοῦ σώματος ἰσχὺν, τῇ τοῦ λόγου συγγενείᾳ ὑψηλότερον πάντων ἐποίησε, λογικὴν ψυχὴν αὐτῷ χαρισάμενος, ὅπερ ἐστὶ μάλιστα τιμῆς τεκμήριον. ∆ιὰ γὰρ τούτου καὶ πόλεις ᾠκοδόμησε, καὶ θάλασσαν ἔτεμε, καὶ γῆν ἐκαλλώπισε, καὶ τέχνας μυρίας ἐξεῦρε, καὶ τῶν ἀγριωτέρων ἀλόγων περιεγένετο, καὶ τὸ δὴ πάντων μέγιστον καὶ πρῶτον, τὸν ποιήσαντα αὐτὸν ἐπέγνω Θεὸν, καὶ πρὸς ἀρετὴν ἐχειραγωγήθη, καὶ ἔγνω τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Θεῷ προσεύχεται τῶν ὁρωμένων μόνος, ἀποκαλύψεων ἀπέλαυσε, καὶ τοῦτο μόνος πάλιν· πολλὰ τῶν ἀποῤῥήτων ἔγνω, τὰ ἐν τοῖς οὐρανοῖς ἐπαιδεύθη· δι' αὐτὸν γῆ, δι' αὐτὸν οὐρανὸς, δι' αὐτὸν ἥλιος, καὶ ἀστέρες· δι' αὐτὸν σελήνης δρόμοι, καὶ ὡρῶν καὶ τροπῶν διαφοραί· δι' αὐτὸν καρπῶν γενέσεις, καὶ φυτὰ, καὶ ἀλόγων γένη τοσαῦτα· δι' αὐτὸν ἡμέρα καὶ νύξ· δι' αὐτὸν ἀπόστολοι καὶ προφῆται ἐπέμφθησαν, δι' αὐτὸν ἄγγελοι πολλάκις ἀπεστάλησαν. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐδὲ γὰρ δυνατὸν ἅπαντα ἐπελθεῖν. ∆ι' αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ ἐσταυρώθη, καὶ ἐτάφη, καὶ τὰ φρικώδη θαύματα ἐκεῖνα μετὰ τὴν ἀνάστασιν δι' αὐτὸν γέγονε. ∆ι' αὐτὸν νόμος, δι' αὐτὸν ὁ παράδεισος, δι' αὐτὸν ὁ κατακλυσμός. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τιμῆς εἶδος, καὶ δι' εὐεργεσίας καὶ τιμωρίας αὐτὸν διορθοῦν. ∆ι' αὐτὸν μυρίαι κατὰ τὸν ἔμπροσθεν χρόνον ἅπαντα οἰκονομίαι. Καὶ αὐτὴ δὲ ἡ κρίσις ἡ μέλλουσα ἔσεσθαι τῆς εἰς αὐτὸν τιμῆς ἕνεκα γίνεται. ∆ιὸ καὶ ὁ Ἰώβ φησι, Τί ἐστιν ἄνθρωπος, ὅτι ἤγαγες αὐτὸν εἰς κρίσιν; ὥσπερ ἀλλαχοῦ ὁ αὐτὸς ψαλμῳδὸς οὗτός φησι· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; ∆ι' αὐτὸν πάλιν ὁ Μονογενὴς ἥξει τὰ μυρία διδοὺς ἀγαθά. Τὰ μὲν γὰρ ἔδωκεν ἤδη διὰ τοῦ βαπτίσματος, καὶ τῶν μυστηρίων, καὶ τῆς ἄλλης μυσταγωγίας παρασχεθέντα ἀγαθὰ, καὶ θαυμάτων ἑτέρων τὴν γῆν ἐνέπλησε· τὰ δὲ ὑπέσχετο δώσειν, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ κληρονόμους αὐτοῦ ποιήσειν, καὶ παρασκευάζειν συμβασιλεύειν αὐτῷ. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος ὁ Προφήτης, εἰκότως ἀλόγοις παραβάλλει τοὺς τὴν τοσαύτην εὐγένειαν τῇ κακίᾳ παραδεδωκότας, καὶ πρὸς τὰ ἐκείνων αὐτομολήσαντας πάθη. Ποιοῦσι δὲ αὐτὰ καὶ ἕτεροι προφῆται, τῇ συγκρίσει τὸν ἀναίσχυντον ἀκροατὴν ἐντρέψαι βουλόμενοι. Καὶ ὁ μέν φησιν, Ἵπποι θηλυμανεῖς ἐγένοντο· ὁ δὲ, Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, χαλεπώτερον τοῦ ∆αυῒδ οὕτω λέγων. Ὁ μὲν γὰρ ∆αυΐδ φησι, Παρασυνεβλήθη τοῖς κτή 55.234 νεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ἐκεῖνος δὲ, ὅτι καὶ τούτων ἀλογώτεροι γεγόνασιν· ἐκεῖνα γὰρ ἔγνω τὸν κτησάμενον, Ἰσραὴλ δέ με οὐκ ἔγνω, φησί. ηʹ. Καὶ ἀλλαχοῦ δὲ ἕτερός τις σοφὸς ἀνὴρ χείρονα δεικνὺς καὶ μυρμήκων τὸν νωθῆ, καὶ ἀναπεπτωκότα, καὶ ὑπὸ ἀργίας διαφθειρόμενον, ἐκεῖ πέμπει μαθησόμενον φιλοπονεῖν, Ἴθι, λέγων, πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Ἐκεῖνος γὰρ, γεωργίου μὴ ὑπάρχοντος αὐτῷ, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, καὶ πολλὴν ποιεῖται ἐν τῷ ἀμήτῳ τὴν παράθεσιν. Καὶ πρὸς τὴν μέλιτταν πάλιν ἰέναι κελεύει· Πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἀρχὴ γὰρ γλυκασμάτων ὁ καρπὸς αὐτῆς, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Ἕτερος δέ φησιν· Οἱ ἄρχοντές σου ὡς λύκοι τῆς Ἀραβίας. Καὶ ἄλλος, Ἐκάθισας ἐν τῇ ἐρήμῳ, ὡς κορώνη. Ὁ δὲ τοῦ