188
Ζαχαρίου, Ὄφεις, γεννήματα ἐχιδνῶν, λέγει, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Καὶ ἄλλος δὲ πάλιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Ἀλλαχοῦ δὲ ὁ αὐτὸς οὗτος προφήτης φησί· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ πάλιν, Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τοσοῦτον, καὶ τηλικοῦτον, καὶ τοσαῦτα διαδήματα ἔχοντα, πρὸς τὴν τῶν ἀλόγων καταβάλλει δυσγένειαν. ∆ιὸ καὶ ἐν τῷ παρόντι ψαλμῷ δύο κακίας ἐπιλεξάμενος εἴδη, καὶ τὰ ἄλλα τοὺς ἀκροατὰς ἀφεὶς συλλογίζεσθαι, οὕτω στίζει τοὺς ἁλόντας. Τί γὰρ ἀνθρώπου γένοιτ' ἂν ἀλογώτερον, εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς τὴν οἰκουμένην περιτρέχοντος, καὶ συνάγοντος ἄπειρα χρήματα, οὐχ ἑαυτῷ, ἀλλ' ἑτέροις ἀγνοουμένοις, πολλάκις δὲ καὶ ἐχθροῖς καὶ ἐπιβούλοις; Καὶ καλῶς εἶπε· Καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Τί γὰρ ἀνοητότερον, ὅταν οὗτοι μὲν τοὺς πόνους καὶ τὰς ἁμαρτίας ὑπομένωσι τὰς ἐκ τῆς συλλογῆς, ἑτέροις δὲ τῆς ἀπολαύσεως παραχωρῶσιν; Εἶτα μετὰ τῆς φιλοχρηματίας καὶ τὴν κενοδοξίαν εἰς μέσον ἄγων, στίζει μετὰ πολλῆς τῆς σφοδρότητος, λέγων· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί τούτων ἀλογώτερον πάλιν, οἳ λίθοις, καὶ ξύλοις, καὶ ἀψύχῳ ὕλῃ τὴν ἑαυτῶν ἐγχειρίζουσι μνήμην, καὶ τὴν οἰκείαν ἐμπιστεύουσι δόξαν; Καὶ γὰρ ὁλοκλήρους οὐσίας ἀνέτρεψαν, καὶ χήρας ἀπέδυσαν, καὶ ὀρφανοὺς ἥρπασαν, ὥστε τῷ σκώληκι λαμπρὰν ποιῆσαι τὴν οἰκίαν, καὶ τῷ σητὶ καὶ τῇ φθορᾷ λαμπροὺς οἰκοδομῆσαι περιβόλους, τῷ νομίζειν ὑπὸ τούτων ἀθάνατον ἔσεσθαι αὐτῶν τὴν μνήμην, τῶν οὐδὲ τὰ σώματα μικρὰν καιροῦ ῥοπὴν κατασχεῖν δυνηθέντων. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ποία αὕτη ὁδὸς, εἰπέ μοι; Ἡ περὶ τὰ τοιαῦτα σπουδὴ, ἡ ματαιοπονία, ἡ πολλὴ τῶν χρημάτων μανία, ἡ ἀκόρεστος τῆς δόξης μέθη· καὶ πρὸ τῆς κολάσεως, φησὶ, τῆς μελλούσης ἐνταῦθα αὐτοῖς σκάνδαλον καὶ ἐμπόδιον γίνεται. Οὐ μικρὸν οὖν σκάνδαλον, οὐ μικρὸν ἐμπόδιον, οὐ μικρὸν κώλυμα αὕτη ἡ ὁδὸς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. ∆ιό φησιν, Αὕτη ἡ ὁδὸς σκάνδαλον αὐτοῖς. Καὶ καλῶς εἶπε σκάνδαλον αὐτοῖς τὴν 55.235 ὁδόν. Ἑαυτοὺς δεσμοῦσιν, ἑαυτοὺς συμποδίζουσι. Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Τὸ χαλεπώτατον, καὶ τῶν λοιπῶν αἴτιον τῶν κακῶν, τοῦτό ἐστιν, ὅπερ εἴρηκεν. Οἱ γὰρ τοιαῦτα ἁμαρτάνοντες, καὶ πλημμελοῦντες καὶ οὕτως ἀνοηταίνοντες, μακαρίζουσιν ἑαυτοὺς, καὶ θαυμάζουσι, καὶ ζηλωτοὺς ἑαυτοὺς εἶναί φασι, καὶ ἀρέσκονται τοῖς πραττομένοις· κακία δὲ ἐπαινουμένη καὶ παρ' αὐτῶν τῶν ἐργαζομένων ἐννόησον ἡλίκην λαμβάνει τῆς πονηρᾶς ἐπιθυμίας προσθήκην. Εἰ γὰρ κακιζομένη, εἰ γὰρ ὑβριζομένη, εἰ γὰρ ἐλεγχομένη, εἰ γὰρ ὑπὸ τοῦ συνειδότος τῶν ὁπωσδήποτε νηφόντων μαστιγουμένη, ξαινομένη, μισουμένη, οὕτως ἀναισχύντως ἀνθεῖ, καὶ καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν· ὅταν μὴ μόνον τὰ κωλύοντα αὐτὴν μὴ ᾖ, οἷον ἡ κατηγορία, τοῦ συνειδότος ὁ ἔλεγχος, τὸ ἐπιλαμβάνεσθαι τῶν γινομένων, τὸ μετανοεῖν ἐν τοῖς πραττομένοις, τὸ καταδύεσθαι, τὸ ἐγκαλύπτεσθαι, τὸ στένειν, τὸ θρηνεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, καὶ ἐπαινῶσιν ἑαυτοὺς οἱ ἐργαζόμενοι, καὶ ἐγκώμια ἑαυτῶν ὑφαίνωσι, καὶ τῶν ἄλλων βελτίους κατὰ τοῦτο αὐτὸ εἶναι νομίζωσι, καὶ μετὰ τὸ πρᾶξαι ἐπαινῶσι τὰ γεγενημένα τοῦτο γάρ ἐστι, Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι· ποῦ οὐκ ἂν ἐκτραπεῖεν; Οὕτω γάρ εἰσι παραπλῆγες, οὕτω παραπαίουσιν, ὡς καὶ μετὰ τὴν πλήρωσιν τῆς ἐπιθυμίας, ὅτε μάλιστα ὁρῶντας τὴν παρανομίαν αἰσχύνεσθαι ἔδει, γαυροῦνται, κορυφοῦνται, ἀρέσκονται τῷ γεγενημένῳ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὸ μὲν τοῦ πραχθῆναι, συσκιάζει ἑαυτῆς τὸ εἰδεχθὲς, τῇ μέθῃ τῆς ἡδονῆς περιστέλλουσα αὑτῆς τὸ βδελυρόν· ἐπειδὰν δὲ πραχθῇ, καὶ ἡ μὲν ἡδονὴ τῆς ἐπιθυμίας κατὰ μικρὸν ἀναχωρήσῃ, ἡ δὲ τοῦ συνειδότος κατηγορία ἐπέλθῃ, γυμνοὺς μαστίζουσα