189
τοὺς λογισμοὺς, τότε μάλιστα φαίνεται αὐτῆς τὸ βλαβερόν. Οὗτοι δὲ οὐδὲ μετὰ τὸ πληρῶσαι, ἀλλ' ὅταν ἴδωσι τὸν πλοῦτον ὀγκωθέντα, τοὺς τάφους ἐγηγερμένους, τὰς ματαίας οἰκοδομὰς ἀπηρτισμένας, δέον τότε γοῦν κατανυγῆναι καὶ στενάξαι, οἱ δὲ καὶ μετὰ ταῦτα, μετὰ τὸ ἔργον, μετὰ τὴν πλήρωσιν, τότε ἔτι μειζόνως νοσοῦσιν. Ἐπεὶ οὖν τὰ παρ' αὐτῶν οἴχεται, ἕπεται λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ. θʹ. Ὥσπερ γὰρ οἱ κατακρίνοντες ἑαυτοὺς ἐφ' οἷς ἁμαρτάνουσι, προλαμβάνοντες ἀποκρούονται τὴν παρὰ τοῦ Θεοῦ ψῆφον, καθάπερ καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· οὕτως οἱ νοσοῦντες ἀμετανόητα, καὶ ἁμαρτάνοντες, μὴ καταγινώσκοντες δὲ ὧν ἐπλημμέλησαν, μετὰ πολλῆς τῆς σφοδρότητος ἐπισπῶνται τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν ἑαυτοῖς. Ἐπεὶ οὖν καὶ οὗτοι ἢ τὰ ἀλλότρια ἁρπάζοντες, ἢ τὰ οἰκεῖα μάτην καὶ εἰκῆ δαπανῶντες, ἅπερ εἰς πένητας ἀναλίσκειν ἐχρῆν, εἰς τάφους, καὶ σκώληκας, καὶ σῆτας δαπανῶσι, καὶ οὐ μετανοοῦσιν ἐπὶ τῶν γεγενημένων, ἀλλὰ ἀνίατα μένουσι νοσοῦντες, ἄκουσον τί γίνεται λοιπόν. Τί δὴ οὖν γίνεται; Τιμωρίᾳ τῇ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ ἐπήγαγεν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς· οὐ τὸ ἥμερον ἐνταῦθα διὰ ὀνόματος τῶν προβάτων δηλῶν τί γὰρ ἐκείνων ἀγριώτερον γένοιτ' ἂν, τῶν παρορώντων μὲν γυμνὰ σώματα πενήτων, καὶ γαστέρας τηκομένας λιμῷ, καλλωπι 55.236 ζόντων δὲ οἴκους φθορᾷ, καὶ σκώληκι, καὶ σητί;, ἀλλὰ τὸ εὔκολον αὐτῶν τῆς ἀπωλείας, τὴν ἐξ ἐπιδρομῆς πανωλεθρίαν, τὸ εὐχείρωτον τοῖς ἐπιβουλεύουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνθρώπου κακίᾳ συζῶντος. Ὅπερ καὶ οὗτοι πείσονται· καὶ οὕτω κατακοπήσονται, οὕτως ἀπολοῦνται ἄρδην, καὶ εἰς τὸν ᾅδην ἀπελεύσονται ῥᾳδίως, εὐκόλως, συντόμως, ἀπονητὶ, ὡσανεὶ πρόβατα κατακοπτόμενα. Τοῦτο θάνατος, μᾶλλον δὲ πρᾶγμα θανάτου πολὺ χαλεπώτερον. Μετὰ γὰρ τὴν τοιαύτην τελευτὴν ἀθάνατος αὐτοὺς διαδέξεται θάνατος, διὰ τοῦτο οὐδαμοῦ εἰς κόλπους Ἀβραὰμ, οὐδὲ εἰς ἄλλο χωρίον φαίνονται ἀπιόντες, ἀλλ' εἰς τὸν ᾅδην, τὸ τῆς τιμωρίας, τὸ τῆς κολάσεως, τὸ τῆς πανωλεθρίας ὄνομα. Καὶ ἡ ἐνταῦθα αὐτῶν τελευτὴ εὐτελὴς, καὶ εὐκαταφρόνητος, καὶ ἡ ἐκεῖ διατριβὴ κολάσεως γέμουσα. Οὕτω καὶ ἡμῖν ἔθος λέγειν περὶ τῶν εὐκόλως ἀπολλυμένων· Ὡς πρόβατον ὁ δεῖνα ἐσφάγη. Ἐπειδὴ γὰρ ὡς ἄλογα ἔζων, καὶ ὡς ἄλογα ἀπόλλυνται, οὐκ ἔχοντες περὶ τῶν μελλόντων ἐλπίδα χρηστήν· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ κακῷ· Θάνατος ποιμανεῖ αὐτούς. Ἐνταῦθά μοι τὸν θάνατον δοκεῖ λέγειν, τὴν ἀπώλειαν τὴν ἐκεῖ, τὴν τιμωρίαν, καθάπερ καὶ ἀλλαχοῦ φησι· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀπολεῖται· οὐ τὴν τοῦ εἶναι ἀναίρεσιν, ἀλλὰ τὴν τιμωρίαν παραδηλῶν. Καὶ ἐπιμένει τῇ μεταφορᾷ τῆς λέξεως. Ἐπειδὴ γὰρ εἶπε πρόβατα, ἔδειξεν αὐτῶν καὶ τὸν ποιμένα. Τίς δὲ οὗτος; Ὁ σκώληξ ὁ ἰοβόλος, τὸ σκότος τὸ ἀτελεύτητον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ βρυγμὸς τῶν ὀδόντων. Ὅρα τοίνυν αὐτοὺς πάντοθεν κολαζομένους. Ἐν τῇ ζωῇ, ὅτι πρὸς ἀρετὴν ἐνεποδίσθησαν, ὅτι κακίας ἐγένοντο δοῦλοι, καὶ αἰχμάλωτοι, καὶ περιττὸν ἐπόνησαν πόνον καὶ καταγέλαστον· ἐν τῇ τελευτῇ, ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπώλοντο· ἐν τῷ καιρῷ τῷ μετὰ τὴν τελευτὴν, ὅτι διαπαντὸς ὑπὸ τῆς ἀπωλείας κατέχονται. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἐπειδὴ πολλοὶ τῶν παχυτέρων, καὶ πρὸς ἀναισθησίαν λίθων ἐκβεβηκότων, οὐκ ἔχουσι περὶ τῶν μελλόντων ἐλπίδα σαφῆ, οὔτε τετρανωμένην, ἀλλὰ πρὸς τὰ παρόντα κεχήνασι καὶ πρὸς τὰ ὁρώμενα, καταπλήττει τοὺς τοιούτους αἰνιγματωδῶς. Εἶτα διὰ βραχέων τὰ μέλλοντα αἰνιξάμενος, πάλιν ἐπὶ τὴν ἐν τῷ παρόντι βίῳ γινομένην αὐτῶν εὐτέλειαν καὶ τιμωρίαν μετατίθησι τὸν λόγον, δεικνὺς αὐτῶν τὸ ἀσθενὲς, τὸ εὐτελὲς, τὸ εὐκαταφρόνητον, καὶ ὅτι κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι,