190
ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς ἀρετὴν μετιοῦσίν εἰσιν. ∆ιό φησι, Κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ, τουτέστι, ταχέως, διηνεκῶς, καὶ οὐδὲ χρόνου δεήσονται, οὐδὲ πόνου, οὐδὲ μελλήσεώς τινος. Τοιαύτη γὰρ ἡ τῶν πραγμάτων φύσις, τῇ ἀρετῇ τὴν κακίαν δουλεύειν, καὶ τρέμειν αὐτὴν, καὶ δεδοικέναι, κἂν μυρία ἐπιτρίμματα αὕτη ἔχῃ, καὶ πολλὰς τὰς ὑπογραφὰς, ἐκείνη δὲ γυμνὴ ᾖ, καθ' ἑαυτὴν ἀγωνιζομένη. Καὶ μὴν τοὐναντίον ὁρῶμεν, φησὶ, τούτους ἐκείνων κρατοῦντας. Ἀλλὰ μὴ τὸ σφάλμα τῆς τῶν πολλῶν διανοίας ἴδωμεν· τοῦτο γὰρ πεπλανημένης ὑπολήψεώς ἐστι ψῆφος· ἀλλ' αὐτὴν τῶν πραγμάτων τὴν ὀρθὴν κρίσιν διευκρινήσωμεν, καὶ ὄψει τοῦτον κρατοῦντα τὸν λόγον. Ἔστω γάρ τις πονηρὸς δεσπότης, καὶ οἰκέτης 55.237 χρηστός· μᾶλλον δὲ, εἰ βούλει, ἐφ' ἕτερον μεῖζον ὑπόδειγμα τὸν λόγον ἀνάγωμεν· Ἔστω βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστὸς, ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιταττέτω τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει, οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικώς· ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Καὶ ἵνα μὴ ἐπὶ παραδείγματος ἀδιορίστου τὸν λόγον προαγάγωμεν, ἡ τοῦ Πεντεφρῆ γυνὴ ἡ Αἰγυπτία οὐχὶ βασιλὶς ἦν; οὐχὶ πάσης Αἰγύπτου ἐκράτει; οὐχὶ σύνοικον εἶχε βασιλέα; οὐ πολλὴν περιεβάλλετο δυναστείαν; Τί δὲ ὁ Ἰωσήφ; οὐ δοῦλος; οὐκ αἰχμάλωτος; οὐκ ἀργυρώνητος οἰκέτης; οὐ μετὰ πάσης τῆς παρατάξεως αὐτῆς ὡπλίσατο κατὰ τοῦ νεανίσκου, οὐχ ἑτέρῳ τὸν πόλεμον ἐγχειρίσασα, ἀλλ' αὐτὴ πρὸς τὴν παράταξιν ἐλθοῦσα; Τίς οὖν ἐν δουλείᾳ τότε ἦν, τίς δὲ ἐν ἐλευθερίᾳ; ἡ δεομένη, καὶ παρακαλοῦσα, καὶ ἱκετεύουσα, καὶ οὐδὲ ἀνθρώπου, ἀλλὰ πονηροτάτου πάθους αἰχμάλωτος γενομένη· ἢ ὁ καταφρονῶν καὶ διαδήματος, καὶ σκήπτρου, καὶ ἁλουργίδος, καὶ τῆς φαντασίας ἐκείνης ἁπάσης, καὶ ἀνακόπτων αὐτῆς τὰ μηχανήματα; Οὐχ ἡ μὲν ἀπῆλθε παρακρουσθεῖσα, καὶ ἑτέρῳ πάλιν πάθει γενομένη δούλη, τῷ θυμῷ τῷ ἀλόγῳ, τῇ μιαιφονίᾳ· ὁ δὲ ἐξῆλθε μυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, καὶ ἐν αὐτῇ τῇ δουλείᾳ τὴν ἐλευθερίαν μειζόνως διαλάμπουσαν δεικνύς; ιʹ. Οὐδὲν γὰρ οὕτως ἐλεύθερον ὡς ἀρετὴ, οὐδὲν οὕτω δοῦλον ὡς κακία. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησί τις· Σοφὸς οἰκέτης κρατήσει δεσποτῶν ἀφρόνων, Ὥσπερ γὰρ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, δι' αὐτὸ τοῦτο μάλιστα πᾶσίν ἐστιν εὐάλωτος· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, ἀράχνης ἐστὶν εὐτελέστερος. Τί δὲ ἐν πολέμῳ; οὐχὶ τούτους ὁρῶμεν κρατοῦντας; Τί δὲ ἐν πράγμασι καὶ βουλαῖς; οὐ τὰ τούτων ἕστηκε, κἂν μηδεὶς ὁ πειθόμενος ᾖ; Τί δὲ ἐν τοῖς μετὰ ταῦτα; οὐχ ὁ μὲν πλούσιος, καθάπερ προσαίτης, σταγόνα ᾔτει, καὶ οὐκ ἐπετύγχανεν; ὁ δὲ πένης, ἐπειδὴ σπουδαῖος καὶ ἐνάρετος ἦν, οὐκ ἐν μεγίστῃ εὐπραγίᾳ ἦν, τὴν αὐτὴν τῷ Ἀβραὰμ λῆξιν ἔχων; Τί δὲ ἐπὶ τῶν ἀποστόλων; οὐχὶ δεσμούμενοι, μαστιγούμενοι, μυρία πάσχοντες δεινὰ, τῶν ταῦτα ποιούντων περιεγίνοντο; Ἐννόησον γοῦν εἰς ὅσην αὐτοὺς ἀπορίαν ἐνέβαλον, ὡς ἐκείνους λέγειν· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Καίτοι δεδεμένους εἶχον, καὶ ἐν μέσῳ δικαστηρίων συνειλημμένους· καὶ οἱ μὲν ἐν τάξει δικαστῶν, καὶ ἀρχόντων, οἱ δὲ ἐν τάξει δικαζομένων εἱστήκεισαν, ἀλλ' ὅμως οὗτοι τούτων ἐκράτησαν. Καὶ πανταχοῦ, εἴ τις μετὰ ἀκριβείας ἐπεξίοι τῷ λόγῳ, τὸν ἐνάρετον ὄψεται τοῦ πονηροῦ κρατοῦντα, τὴν κυρίως κράτησιν, οὐ ταύτην τὴν τῶν πολλῶν καὶ ψευδῆ, τὴν πεπλανημένην καὶ ῥᾳδίως ἐλεγχομένην, ἀλλ' ἐκείνην τὴν πεπηγυῖαν καὶ ἀκίνητον. Καὶ ἡ βοήθεια αὐτῶν