191
παλαιωθήσεται ἐν 55.238 τῷ ᾅδῃ· τουτέστιν, ἀσθενήσει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον ἐνταῦθα εὐχείρωτοι ἔσονται, μηδενὸς ἀμύνοντος, μηδενὸς χεῖρα ὀρέγοντος, πᾶσι προκείμενοι, ἀλλὰ καὶ τὸ χαλεπώτερον, οὐδὲ ἐκεῖ ἕξουσί τινα τὸν παριστάμενον, καὶ βοηθοῦντα, καὶ χεῖρα ὀρέγοντα, καὶ παραμυθούμενον αὐτῶν τὴν τιμωρίαν. Οὕτω γοῦν οὔτε αἱ παρθένοι αἱ φρόνιμοι μωραῖς βοηθῆσαι ἴσχυσαν, οὐχ ὁ Ἀβραὰμ τῷ πλουσίῳ, οὐ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοῖς καὶ θυγατράσι. Τὸ γὰρ, Παλαιωθήσεται, ἀσθενήσει ἐστὶν, ἀφανισθήσεται· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν. Οὗ μάλιστα ἐπεθύμουν, δι' ὃ πάντα ἐποίουν καὶ ἐπραγματεύοντο, ὥστε καὶ μετὰ τελευτὴν δόξης ἀπολαῦσαι πολλῆς, διὰ τῶν χρημάτων, διὰ τῶν οἰκοδομημάτων, διὰ τῶν τάφων, διὰ τῶν ὀνομάτων τῶν ἐπικειμένων τοῖς τάφοις· καὶ τούτου, φησὶν, ἐκπεσοῦνται, ὃ μάλιστα αὐτοὺς ἐλύπει ζῶντας καὶ ταῦτα μανθάνοντας. Αἱ γὰρ τοιαῦται οἰκοδομαὶ κατηγορίαι τῶν ἀπελθόντων εἰσί. Κἂν γὰρ τὸ σῶμα τῇ γῇ κρύπτηται, ἀλλ' ὅμως οἱ λίθοι φωνὴν ἀφιᾶσι, καθ' ἑκάστην αὐτῶν κατηγοροῦντες ἡμέραν τῆς ὠμότητος, τῆς ἀναισχυντίας, τοὺς κοινοὺς ἐχθροὺς ἀνακηρύττοντες, τοὺς παριόντας ἀεὶ εἰς ἀρὰς ἐπισπώμενοι, καὶ ἐγκλήματα, καὶ διαβολάς. Ποία οὖν αὕτη δόξα, καταλιμπάνειν κατήγορον μὴ σιγῶντα, ἀλλὰ διὰ τῆς ὄψεως τὰ πάντων ἀνοίγοντα στόματα, καὶ πρὸς τοὺς ὁρῶντας ἅπαντας καὶ παριόντας σφοδροτάτην ποιούμενον τὴν ἐντυχίαν κατὰ τῶν οἰκοδομησαμένων; Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν ἴσον, ὅταν ποιῶσιν ἀφ' ὧν κολάζονται, ἀφ' ὧν καταισχύνονται, ἀφ' ὧν κατηγοροῦνται, ἀφ' ὧν καὶ μετὰ τελευτὴν παρὰ πολλῶν ἀνορύττονται· ἀφ' ὧν αὐτοῖς ἀραὶ, καὶ διαβολαὶ, καὶ ἐγκλήματα μυρία, καὶ παρὰ τῶν ἠδικημένων, καὶ τῶν οὐκ ἠδικημένων; Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Εἰπὼν τῶν πονηρῶν τὰ ἐπίχειρα, τῆς ἁμαρτίας τὰ ὀψώνια, λέγει καὶ τὰ τῶν χρηστῶν ἔπαθλα· ὃ καὶ αὐτῷ καὶ ἑτέροις προφήταις ποιεῖν ἔθος, ὥστε ἑκατέρωθεν ῥυθμίζειν τὸν ἀκροατὴν, καὶ ἐκ τῆς κολάσεως τῶν ἁμαρτημάτων, καὶ ἐκ τῶν ἐπάθλων τῆς ἀρετῆς. Τὰ μὲν οὖν ἐκείνων τοιαῦτα, φησίν· ἀτιμία, ματαιοπονία, ἄνοια, γέλως, αἰσχύνη, πανωλεθρία, θάνατος, τιμωρία, κόλασις διηνεκὴς, τὸ εὐεπηρέαστον, τὸ καὶ δόξης καὶ ἀσφαλείας ἐκπεπτωκέναι, καὶ ζῶντας καὶ τελευτῶντας, τὸ διαβάλλεσθαι, τὸ κατηγορεῖσθαι, τὸ μηδεμίαν εὑρίσκειν παραμυθίαν κακῶν. Τὰ δὲ ἡμέτερα τοὐναντίον ἅπαν, ἀπαλλαγὴ κολάσεως, ἐλευθερία ψυχῆς, ἀσφάλεια, δόξα, τιμή. Ταῦτα γὰρ πάντα ᾐνίξατο, εἰπών· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· ᾅδην ἐνταῦθα τὴν κόλασιν λέγων, τὰς ἀφορήτους ἐκείνας ὀδύνας. Ἐννόησον δὲ καὶ ἡλίκα τὰ τῆς τιμῆς, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἐπαγομένῳ. Ὅταν γὰρ λαμβάνῃ με, φησὶ, τότε αὐτὸν ἀκριβέστερον ὄψομαι ἢ νῦν. Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, τότε δὲ πρόσωπον κατὰ πρόσωπον. Τῆς δὲ ψυχῆς λυτρουμένης, καὶ τὸ σῶμα κοινωνήσει τῶν ἀγαθῶν. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ 55.239 ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Τούτων οὕτως ἐχόντων, φησὶ, τί δέδοικας τὰ παρόντα; τί σε λυπεῖ πενία; τί φοβῇ τὸν εὔπορον; Ἤκουσας τὰ περὶ τῆς ἀναστάσεως, καὶ τῆς τῶν ἀγαθῶν λήξεως, καὶ τῆς τῶν πονηρῶν τιμωρίας; Τί τοίνυν δέδοικας λοιπὸν τὰς σκιάς; Τὰ μὲν γὰρ μόνιμα καὶ πεπηγότα, ἐκεῖνα· ταῦτα δὲ, ἄνθεσι μαραινομένοις ἔοικε. ∆ιὸ καὶ πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὴν ἀκρόπολιν τῶν κακῶν ἐπήδησε, τοῦ πλούτου τὴν ἐπιθυμίαν· ταύτης γὰρ καταβληθείσης, καὶ τὰ ἄλλα συγκαταλύεται. ιαʹ. Καὶ πῶς μὴ φοβηθῶ, φησὶ, τοσαῦτα δυναμένους; Πρόσκαιρος ἡ δυναστεία, μονόωρος ἡ ἰσχὺς, παροδεύεται ἡ εὐημερία, σκιὰς μιμεῖται καὶ ὀνείρατα τὰ χρήματα, καὶ ὁ πλοῦτος, καὶ ἡ τοσαύτη τιμή· διὸ καὶ ἐπήγαγεν· Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα,