193
ὁμολογήσῃ, ὠνούμενος παρὰ σοῦ τὸ τὰ ἀρέσκοντα αὐτῷ ποιεῖν, καὶ πολλοῦ τοῦτο ὠνούμενος, τότε εὐχαριστήσει σοι, φησί. Τὸ γὰρ, Ἐξομολογήσεται, τοῦτό ἐστιν, ὅταν ἀγαθύνῃς αὐτῷ. Οὐκ εἶπεν, Ὅταν τι χρήσιμον ἐργάσῃ, ὅταν εὐεργετήσῃς, ἀλλ', Ὅταν τὰ ἀρεστὰ αὐτῷ, καὶ κατὰ γνώμην ᾖ, καὶ κατὰ νοῦν ὑπηρετήσῃς· δεικνὺς, ὅτι ἑκατέρωθεν ἡ βλάβη, ἀπό τε τῆς πεπλασμένης κολακείας, καὶ ἀπὸ τῆς ἐπιβλαβοῦς διακονίας. Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Εἰσελεύσεται, ἤγουν μιμήσεται τὸν τῶν πατέρων ζῆλον, καὶ ἐκ πονηρῶν ὢν, πονηρίαν διαδέξεται· ἢ ἀντὶ τοῦ, Εἰ μὴ πράξας τι ἀγαθὸν, εὑρεθήσεται ἐκ τοῦ πλούτου οὐδὲν ὠφελούμενος· καταλείψεται δὲ τοὺς πρὸ αὐτοῦ κειμένους ἐν κόνει ἄχρι τῆς κρίσεως, οὐδὲ φῶς ἰδεῖν δυνάμενος κατὰ τὸν τῆς φύσεως νόμον. Εἶτα πάλιν ἐπαναλαμβάνει τὰ προειρημένα λέγων· Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ τοιοῦτος, φησὶν, ὁ οὕτως ἀποθανὼν, ὁ μὴ διοικήσας δεόντως τὰ χρήματα, οὐδὲν διοίσει ἀλόγου, ὡς μὴ ἐπιγνοὺς ἣν ἐδέξατο τιμὴν ἐκ Θεοῦ, ἀφομοιωθεὶς τοῖς κτήνεσιν, οἷς τὸ πέρας ἐστὶ τῆς ζωῆς θάνατος μόνον· ὧν ῥυσθείημεν οἵ τε μανθάνοντες ταῦτα καὶ οἱ διδάσκοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ.
Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
αʹ. Καὶ ἀλλαχοῦ φησιν ὁ αὐτός· Ὁ Θεὸς ἔστη ἐν 55.241 συναγωγῇ θεῶν. Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται. Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα λέγει θεούς; Τοὺς ἄρχοντας. ∆ιὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Λέγει καὶ τοὺς ἐκ προγόνου τινὸς ἐναρέτου γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες, καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν. Οὕτω καὶ ἐκεῖνο λύεται τὸ, Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· τουτέστιν, Ὁ τὸν ἄρχοντα κακῶς λέγων, ἁμαρτάνει. Ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου λιθοβοληθήσεται· τουτέστιν, ὁ τοῖς μὴ οὖσι προσάπτων τὸ τοῦ ὄντος Θεοῦ ὄνομα. Ἐπεὶ γὰρ ἀσύγγνωστον τὸ ἁμάρτημα, καὶ ἡ ἐπ' αὐτῷ τιμωρία χαλεπωτάτη· λέγονται καὶ οἱ τῶν Ἑλλήνων θεοὶ, οὐ κατὰ τιμὴν, οὔτε χάριτι προσηγορίας, ἀλλὰ διὰ τὴν ἀπάτην τῶν πλανηθέντων, καὶ οὕτως αὐτοὺς καλεσάντων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, δηλῶν ὅτι οὐκ ὄντες οὐδὲ μέχρι προσηγορίας τῆς κατὰ τιμήν. Ἐνταῦθα οὖν περὶ τίνων λέγει, Θεὸς θεῶν; Ἐμοὶ δοκεῖ τῶν Ἑλληνικῶν, οὐχ ὡς ὄντων,