195
βʹ. Καὶ τί λέγω ἀνθρώπους; Καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· οὐδὲ γὰρ ἂν, εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον ἐπὶ τοῦ ὄρους, Εἰ Υἱὸς εἶ τοῦ 55.243 Θεοῦ, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον τοῦτο ἐποίει. ∆ιὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν ἀρξαμένῳ αὐτὸν ἐκκαλύπτειν· Ἄφες ἄρτι· τουτέστι, Σίγα νῦν· οὐδέπω γὰρ καιρὸς τοῦ ἐκκαλυφθῆναι τὸ ἀπόῤῥητον τῆς οἰκονομίας· ἔτι λανθάνειν τὸν διάβολον βούλομαι· σίγα τοίνυν, φησίν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν. Καὶ κατελθὼν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τότε γὰρ ὡς ποιμὴν ἦλθε ζητῶν τὸ πεπλανημένον πρόβατον, καὶ τὴν ἀφηνιῶσαν ἄγραν θηρεῦσαι βουλόμενος· διὸ καὶ συνεσκίαζεν ἑαυτόν. Καὶ γὰρ ὥσπερ ἰατρὸς οὐκ εὐθέως φοβερὸς τῷ κάμνοντι γίνεται, οὕτω δὴ καὶ αὐτὸς ἐκ προοιμίων οὐκ ἠβουλήθη δῆλον ἑαυτὸν ποιῆσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. ∆ιὸ τὴν ἀψοφητὶ ταύτην αὐτοῦ γινομένην παρουσίαν δηλῶν ὁ αὐτὸς οὗτος προφήτης λέγει προϊών· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν στάζουσα ἐπὶ τὴν γῆν. Οὐδὲ γὰρ κτυπῶν ἦλθεν, οὐ ταράττων, οὐ κλονῶν τὴν γῆν, οὐκ ἀστραπὰς ἀφιεὶς, οὐ τινάσσων τὸν οὐρανὸν, οὐ δήμους ἀγγέλων ἐπιφερόμενος, οὐ μέσον τὸ στερέωμα διαῤῥηγνὺς, καὶ οὕτω καταβαίνων ἐπὶ τῶν νεφελῶν· ἀλλ' ἀψοφητὶ διὰ μήτρας παρθενικῆς, ἐννεαμηνιαίῳ κυοφορούμενος χρόνῳ, ὡς τέκτονος υἱὸς ἐν φάτνῃ τίκτεται, ἐν σπαργάνοις εὐτελέσιν ἐπιβουλεύεται, φεύγει μετὰ τῆς μητρὸς εἰς Αἴγυπτον. Εἶτα μετὰ τελευτὴν τοῦ τοιαῦτα παρανομήσαντος, τότε ἐπάνεισι, καὶ περιπολῶν διετέλει ὡς εἷς τῶν πολλῶν κατὰ τὸ σχῆμα, καὶ ἱμάτιον εὐτελὲς ἦν αὐτῷ, καὶ τράπεζα εὐτελεστέρα, καὶ βάδισις διηνεκὴς, καὶ οὕτω διηνεκὴς, ὡς καὶ κόπον ἀπὸ τῆς βαδίσεως γίνεσθαι. Ἀλλ' οὐ τότε οὕτως ἥξει, ἀλλ' οὕτω φανερῶς, ὡς μηδὲ χρείαν ἔχειν τοῦ προαγγέλλοντος αὐτοῦ τὴν παρουσίαν. ∆ιὰ τοῦτο καὶ αὐτὸς δηλῶν αὑτοῦ τὸ περιφανὲς ἔλεγεν· Ἐὰν ἀκούσητε, ὅτι Ἰδοὺ ἐν τοῖς ταμιείοις, μὴ εἰσέλθητε· ὅτι Ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐκπορεύεται ἀπὸ ἀνατολῶν ἡλίου, καὶ φαίνεται ἕως δυσμῶν· οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, αὐτὴ ἑαυτὴν δεικνύουσα καὶ ἀνακηρύττουσα. Καὶ γὰρ ἐπὶ τῆς ἀστραπῆς τοῦτο συμβαίνει, καὶ οὐ δεόμεθα τοῦ ἀπαγγέλλοντος, ἀλλ' ὁμοῦ τε ἐφάνη, καὶ γνωρίμη πᾶσι γέγονε, καὶ κατὰ ταὐτὸν πᾶσιν. Οὕτω καὶ ὁ Παῦλός φησιν· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ ὁ προφήτης δὲ οὕτως αὐτὸν ἑώρα ἐπὶ τῶν νεφελῶν φερόμενον, καὶ ποταμὸν ἔμπροσθεν συρόμενον, καὶ τὸ βῆμα τὸ φοβερὸν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους. Τότε γὰρ, τότε δικαστηρίου καιρὸς καὶ κρίσεως· διόπερ οὐκέτι ὡς ἰατρὸς, ἀλλ' ὡς δικαστὴς φαίνεται. Ὁ γοῦν ∆ανιὴλ καὶ τὸν θρόνον αὐτοῦ βλέπει, καὶ τὸν ποταμὸν πρὸ τοῦ βήματος ἑλκόμενον, καὶ πάντα ἀπὸ πυρὸς αὐτῷ δείκνυται, τὸ ἅρμα, οἱ τροχοί. Ἀλλ' οὐχ ὅτε παρὰ τὴν ἀρχὴν καὶ ἐν τῇ πρώτῃ παρουσίᾳ παρεγένετο, ἔδειξέ τι τοιοῦτον, οὐ πῦρ, οὐ ποταμὸν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ φάτνη καὶ καταγώγιον, καὶ καλύβη, καὶ μήτηρ πενιχρά. Ἄλλως δὲ καὶ τὸ ἄτρεπτον αὐτοῦ δείκνυσιν ἐντεῦθεν καὶ ἀναλλοίωτον. Ἐπειδὴ γὰρ ἔφησε τὸν ἐπὶ τοῦ θρόνου καθήμενον τρίχα ἔχειν λευκὴν ὡσεὶ ἔριον, καὶ ἱμάτιον ὡς χιόνα, ἵνα μὴ τρίχας νομίσῃς, μήτε ἱμάτιον, ἀλλὰ τὸ καθαρὸν καὶ τὸ διαυγὲς πῦρ πανταχοῦ εἶναι, λέγει· 55.244 Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Οὕτω καὶ οὗτος ὁμοῦ τε τὸ ἀναλλοίωτον, καὶ ἄτρεπτον, καὶ φωτεινὸν, καὶ ἀπρόσιτον διὰ τούτων ἐνδείκνυται τῶν εἰκόνων. Καὶ οὐχ ἵσταται μέχρι τοῦ πυρὸς, ἀλλὰ τὸ σφοδρὸν τῆς τιμωρίας παραστῆσαι βουλόμενος, ἐπάγει λέγων· Καταιγὶς σφοδρά. Καταιγὶς δὲ λέγεται ἢ βῶλος χιόνος ἀφόρητος τὸ ἐμπῖπτον ἅπαν παρασύρουσα καὶ καταστρέφουσα, ἢ ῥαγδαία πνευμάτων ῥύμη τὸ αὐτὸ δὴ ἐργαζομένη, καὶ ἀφόρητος οὖσα τοῖς