196
ἐντυγχάνουσι. ∆εῖξαι τοίνυν βουλόμενος τὸ ἀφόρητον τῆς κολάσεως ἐκείνης, ταύτας παρήγαγε τὰς εἰκόνας. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Πάλιν τῶν στοιχείων μέμνηται, δι' ὧν τὰ μυρία γέγονεν ἀγαθὰ τῷ γένει τῶν ἀνθρώπων, οὐ μόνον πρὸς τὴν τοῦ σώματος ζωὴν καὶ συγκρότησιν, ἀλλὰ καὶ αὐτῆς τῆς θεογνωσίας τὴν ὑπόθεσιν. Τά τε γὰρ κάλλη καὶ τὰ μεγέθη, καὶ οἱ τρόποι τῶν θέσεων, καὶ αἱ οὐσίαι, ἐξ ὧν ταυτὶ συνέστηκε τὰ στοιχεῖα, καὶ τὰ ἐξ αὐτῶν γενόμενα, τά τε καθολικῶς διὰ παντὸς τοῦ χρόνου, τά τε ἰδικῶς πολλάκις συμβαίνοντα, ἅπαντα ταῦτα καὶ τὰ σώματα τρέφει καὶ συγκροτεῖ, καὶ πρὸς τὴν γνῶσιν τοῦ ποιήσαντος χειραγωγεῖ. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, τουτέστι, διὰ τῆς σοφίας τῆς ἐν τοῖς κτίσμασι φαινομένης, ὡς οὐ μικρᾶς, ἀλλὰ καὶ σφόδρα μεγίστης καὶ σαφεστάτης οὔσης διδασκαλίας. Καὶ τὰ καθ' ἡμέραν δὲ δι' αὐτῶν γινόμενα, εἰ καὶ κατὰ φύσεως ἀκολουθίαν γίνεσθαι δοκεῖ, ἀλλ' οὖν καὶ αὐτὰ τὸν ∆ημιουργὸν ἀνακηρύττει. Καὶ γὰρ τῆς φύσεως ∆εσπότης ὁ ∆ημιουργός. γʹ. Μὴ θαυμάσῃς δὲ, εἰ πρὸς Ἰουδαίους ἀποτείνει τὸν λόγον, περὶ τῆς καθόλου κρίσεως διαλεγόμενος. Οὕτω γὰρ καὶ Παῦλός φησι· Θυμὸς καὶ ὀργὴ, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Τί δήποτε, ὧν μέλλει κατηγορεῖν, καὶ οὓς μέλλει καταδικάζειν, ὁσίους ἐνταῦθα καλεῖ; Τὴν κατηγορίαν αὔξων, καὶ γνώρισμα μεῖζον τῇ τιμωρίᾳ τιθεὶς τὴν τιμήν. Οὕτω καὶ ἡμεῖς ἐπειδὰν ἴδωμέν τινας πεπλημμεληκότας, καὶ βουλώμεθα αὐτῶν σφοδρότερον καθάψασθαι, μετὰ τῶν ἀξιωμάτων αὐτοὺς καλοῦμεν, ὥστε βαρυτέραν ἐργάσασθαι τὴν κατηγορίαν, λέγοντες· Κάλεσον τὸν διάκονον, ἢ τὸν πρεσβύτερον. Ἐπεὶ οὖν καὶ οὗτοι βασίλειον ἱεράτευμα καὶ λαὸς περιούσιος ἐχρημάτιζον, καὶ μέγα ἐπὶ τούτῳ ἐφρόνουν· καὶ ἐντεῦθεν ὑφαίνει τῶν ἐγκλημάτων τὸ μέγεθος. Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἐπειδὴ μυρία τολμῶντες κακὰ, καὶ τοσαῦτα κακίας μεταχειρίζοντες εἴδη, ἁρπάζοντες, πλεονεκτοῦντες, φονεύοντες, μοιχεύοντες, αἵματα ἐφ' αἵμασι ἀναμιγνύντες, ἐνόμιζον μεγάλα κατορθοῦν, καὶ τὸν νόμον πληροῦν καὶ τὴν διαθήκην, εἰ πρόβατα θύσαιεν καὶ μόσχους, ὀνειδίζων 55.245 αὐτοῖς ἐντεῦθεν, καὶ κωμῳδῶν αὐτούς φησι· Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· τουτέστι, τοὺς νομίζοντας αὐτοῖς ἀρκεῖν εἰς σωτηρίαν τὸ καταθύειν ἀλόγων σώματα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Πάλιν ἐνταῦθα τὸ διαλάμπον αὐτοῦ τῆς δικαιοσύνης, τὸ φαιδρὸν, τὸ σαφὲς, τὸ ἀναντίῤῥητον, τὸ ὡμολογημένον δεῖξαι βουλόμενος, εἰσάγει τὰ ἀναίσθητα στοιχεῖα, ἀνακηρύττοντα αὐτὴν κατὰ τὸ αὐτὸ σχῆμα, ὅπερ ἔμπροσθεν ἔλεγεν· Ὅτι ὁ Θεὸς κριτής ἐστι. Τὰ δίκαια ὁρίζων ἑκάστῳ, φησίν. Οὐδὲ γὰρ ἁπλῶς τὸ κρίνειν ἐνταῦθα τέθεικεν, ἀλλ' ἵνα δηλώσῃ, ὅτι καὶ δίκαιός ἐστι, καὶ ἑτέροις τοῦτο παρέχει. Ἐπὶ γὰρ τοῦ Θεοῦ τὸ, Κριτὴς, ἀντὶ τοῦ, δίκαιος, εἴληπται, καθὰ καὶ Παῦλος αὐτὸ τέθεικε λέγων· Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; Τοῦτο γὰρ μάλιστα κρίσις, τοῦτο μάλιστα κριτὴς, οὐ τὸ ψηφίσασθαι ἁπλῶς, ἀλλὰ τὸ δικαίως ψηφίσασθαι. Κριθήσονται δὲ Ἰουδαῖοι, καὶ οἱ τότε, καὶ οἱ μετὰ ταῦτα παρανομήσαντες ἐπὶ τῆς Καινῆς· ἐκεῖνοι μὲν τὴν φύσιν καὶ τὸν νόμον κατήγορον ἔχοντες, οὗτοι δὲ μετὰ τούτων καὶ τὰ παρὰ τοῦ Χριστοῦ γεγενημένα εἰς