198
διαμαρτύρομαί σοι. Ὅρα πάλιν ἐπιείκειαν καὶ πραότητα ἐξ αὐτοῦ τοῦ προοιμίου. Ὡς γὰρ ἂν εἰ ἄνθρωπος πρὸς ἄνθρωπον εἴποι θορυβοῦντα καὶ ταράττοντα, Ἐὰν ἀκούῃς, λαλῶ· ἐὰν προσέχῃς, ἐρῶ· οὕτω καὶ πρὸς τοὺς δούλους ὁ ∆εσπότης, Ἐὰν ἀκούῃς μου, φησὶν, ἐρῶ. Καὶ γὰρ ἦσαν ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, καὶ οὐδὲ ἐπὶ μικρὸν μετὰ ἡσυχίας παρεῖχον τῇ τῶν νόμων ἀναγνώσει τὴν ἀκρόασιν. Καὶ τοῦτο δηλῶν τις προφήτης ἔλεγεν ὁ ἐν Περσίδι διατρίβων· Ἔσομαι αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου· καὶ συνεχῶς ἔλεγον τοῖς προφήταις μὴ προφητεύειν, μᾶλλον δὲ καὶ διεκρούοντο αὐτοὺς, καὶ ἐνοχλεῖσθαι ἐδόκουν. Καὶ βασιλεὺς τοῦτο φαίνεται ἀπειλῶν προφήτῃ τινὶ καὶ προστάσσων, ὥστε μὴ ὀχλαγωγεῖν. Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς κεῖται, ἀλλὰ ἐπεὶ πρὸς ἀναισθήτους ἐλάλει, καὶ πεπωρωμένους, καὶ κεκωφωμένους, τὸν περὶ τῆς δεσποτείας αὐτοῦ κινεῖ λόγον, ἀρχὴν ἀρίστην τῇ μετὰ ταῦτα διηγήσει διδοὺς ἐντεῦθεν, καὶ δεικνὺς ὅτι ὀφείλουσιν αὐτῷ τὴν ἐλευθερίαν, καὶ χρέος ἂν εἶεν δίκαιοι καταθεῖναι ὡς ∆εσπότῃ δοῦλοι, ὡς ∆ημιουργῷ ἔργα, ὡς τὰ μέγιστα εὐεργετηθέντες, καὶ τοσαύτην τιμηθέντες τιμήν. Οὐκ ἐπὶ ταῖς θυσίαις 55.247 σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός. Οὕτω γὰρ οἱ λοιποὶ κατηγοροῦσιν αὐτῶν προφῆται, ἐπειδὴ τὸ πλέον τῆς ἀρετῆς παρορῶντες μέρος, ἐν τούτοις τὰς ἐλπίδας τῆς σωτηρίας εἶχον. Καὶ γὰρ εἰς ἀπολογίαν ἔμελλον αὐτὸ προβάλλεσθαι, ὅτι Θυσίας σπένδομεν, ὅτι Προσφέρομεν ὁλοκαυτώσεις. Ἀλλ' οὐκ ἐπὶ τούτοις εἰσῆλθον δικασόμενος, φησὶν, οὐδὲ ὑπὲρ τούτων ἐγκαλέσων, ὅτι παρώφθη ταῦτα. Ὁ δὲ Ἡσαΐας καὶ εὐτονώτερον αὐτῶν καθικνεῖται λέγων· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί. Ὁλοκαύτωμα κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καίτοι πολλοὶ περὶ θυσιῶν εἰσιν εἰρημένοι λόγοι· ἀλλ' οὐ προηγουμένως αὐτοῦ βουλομένου ταῦτα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνοντος. Καὶ Ἱερεμίας δέ φησιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάντες δὲ, ὡς εἰπεῖν, οἱ προφῆται οὐδὲν μέγα εἶναι τοῦτό φασι. ∆ιὸ καὶ αὐτὸς ἀρχόμενος οὕτως ἔφη· Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ· κἀντεῦθεν δηλῶν, ὅτι ἀνάξιος αὐτοῦ τῆς τοιαύτης θεραπείας ὁ τρόπος. Καὶ γὰρ τὸν Θεὸν οὐ διὰ καπνοῦ καὶ κνίσης, ἀλλὰ διὰ πολιτείας ἀρίστης καὶ ἀσωμάτου καὶ νοερᾶς θεραπεύεσθαι δεῖ. Ἀλλ' οὐχ οἱ δαίμονες τῶν ἔξωθεν οὕτως, ἀλλὰ καὶ ἐπιζητοῦσι ταῦτα. Τοῦτο καί τις παρ' Ἕλλησι ποιητὴς φαίνεται δεικνὺς, λέγων· ... Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Ἀλλ' οὐχ ὁ Θεὸς ἡμῶν οὕτως. Ἐκεῖνοι μὲν γὰρ αἱμάτων διψῶντες ἀνθρωπίνων, καὶ κατὰ μικρὸν αὐτοὺς εἰς ταύτας τὰς μιαιφονίας ἐνάγειν βουλόμενοι, ταῦτα ᾔτουν συνεχῶς· αὐτὸς δὲ καὶ τῆς τῶν ἀλόγων ἀποστῆσαι σφαγῆς κατὰ μικρὸν ἐθέλων, ἐχρήσατο τῇ συγκαταβάσει ταύτῃ, καὶ συνεχώρησε θυσίας, ἵνα ἀνέλῃ θυσίας. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ὅρα πῶς κατὰ μικρὸν ἀνάγει τῶν χαμαιζήλων τὴν διάνοιαν, διανοίγων αὐτῶν τὴν πεπωρωμένην γνώμην, καὶ δεικνὺς ὅτι οὐ δεόμενος ταῦτα ἐπέταξεν, οὐδὲ ἀποδεχόμενος ἐνομοθέτησεν. Εἰ γὰρ ἐβουλόμην οὕτω θεραπεύεσθαι, φησὶ, τὴν ὑφήλιον πᾶσαν ἔχων, καὶ αὐτὸς πάντων γενόμενος δημιουργὸς, δαψιλεῖς ἂν παρεσκεύασά μοι γενέσθαι θυσίας. Εἶτα καὶ κωμωδῶν αὐτοὺς καὶ διασύρων, ὥστε καὶ πληκτικωτέραν γενέσθαι τὴν κατηγορίαν, ἐπήγαγεν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Ἐπειδὴ γὰρ αὐτὸς μὲν αὐτὰ συνεχώρησεν, ἵνα κατὰ μικρὸν αὐτοὺς ἀπαγάγῃ τούτων, αὐτοὶ δὲ ἐναπέμειναν τῇ εὐτελείᾳ, οὐδὲν μέγα ἐκ τῆς