200
ἂν, ὅταν καὶ αὐτῆς τῆς ἀρετῆς μισθοὺς ἡμῖν διδῷ, καὶ μισθοὺς πολλῷ μείζονας τῶν πόνων, καὶ σφόδρα ἐν καιρῷ διδομένους; Καὶ διὰ τί, φησὶν, εἶπεν· Ἐπικάλεσαί με; διὰ τί ἀναμένει καλεῖσθαι παρ' ἡμῶν; Μείζονα τὴν οἰκείωσιν ἡμῖν ποιῆσαι βουλόμενος, καὶ τὴν πρὸς αὐτὸν φιλίαν θερμοτέραν, καὶ τῷ δοῦναι, καὶ τῷ καλεῖσθαι, καὶ τῷ λαμβάνειν. Καὶ γὰρ ἡ ἀρετὴ πρὸς Θεὸν οἰκειοῖ, καὶ ἡ ἀντίδοσις τὸ αὐτὸ ἐργάζεται· καὶ ἡ εὐχὴ πάλιν ταύτην συγκροτεῖ τὴν οἰκείωσιν. ∆ιὰ τοῦτό φησι· ∆ός μοι, καὶ δίδωμί σοι. Καὶ ἐν τῷ διδόναι δὲ σὺ λαμβάνεις· αὐτὸς γὰρ τούτων ἀνενδεής. Ὥστε κἂν ἐπιεικὴς γένῃ, κἂν μέτριος, κἂν σώφρων, οὐ τῷ Θεῷ τι προσέθηκας, ἀλλὰ σαυτὸν λαμπρὸν ἐποίησας καὶ ἀμείνω· ἀλλ' ὅμως καὶ τούτων ὡς αὐτὸν ὠφελοῦντι μισθούς σοι καὶ στεφάνους ὁρίζει μεγίστους. Καὶ πρὸ τῶν στεφάνων δὲ ἐκείνων οὐ μικρᾶς ἀπολαύεις ἡδονῆς, ἀγαθῷ συντρεφόμενος συνειδότι, καὶ χρησταῖς πτερούμενος ἐλπίσιν. Ἡμέραν δὲ θλίψεως ἐνταῦθά φησιν, οὐ τὰς τῶν συμφορῶν, οὔτε τὰς τῶν περιστάσεων, ἀλλ' ὅτι κἂν ἁμαρτία πολεμῇ, κἂν διάβολος πολιορκῇ, ἐπιθυμίας εἰσάγων πονηρὰς, πολλῆς ἀπολαύσῃ τῆς συμμαχίας. Καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Πάλιν ἐνταῦθα οὐ τῆς παρ' ἡμῶν δόξης δεόμενός φησι τοῦτο πῶς γὰρ ὁ τῆς δόξης Θεός;, ἀλλ' ὥστε διὰ τὸν τῆς εὐχαριστίας ὕμνον γίνεσθαι τῆς εὐεργεσίας τὴν μνήμην, καὶ θερμοτέραν τὴν πρὸς αὐτὸν διάθεσιν, καὶ πρώτως εὐζωΐαν μεγίστην λαμβάνειν. ςʹ. Οὐχ ἁμαρτήσεται δὲ τοῦ πρέποντος εἰπών τις ἐνταῦθα ἡμέραν θλίψεως αὐτὸν λέγειν, καὶ τὴν μέλλουσαν ἡμέραν· ἡ γὰρ θλίψις ἐκείνη ἄπαυστος. Ἐνταῦθα μὲν γὰρ καὶ θάνατος ἐπιὼν λύει τὰς συμφορὰς, καὶ φίλοι παρακαλοῦντες, καὶ τέλος προσδοκώμενον, πολλάκις δὲ καὶ πραγμάτων μεταβολὴ ἐλπιζομένη, καὶ χρόνου μῆκος ἐμάλαξε τῆς ψυχῆς τὸ πάθος, καὶ ἡ τῶν πλησίων δυσημερία. Τὸ γὰρ ἔχειν κοινωνοὺς τῶν ὀδυνηρῶν, καὶ πολλὰ τοιαῦτα ὁρᾷν ὑποδείγματα, μέγα πολλοῖς εἰς παραμυθίαν εἶναι ἔδοξεν. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὔτε γάρ τις παρακαλῶν πάρεστιν, ἀλλ' ἐν ἐρημίᾳ φίλων ἅπαντές εἰσιν. Οὐ χρόνου μῆκος μαλάσσει τὴν ὀδύνην πῶς γὰρ ἐπικειμένης τῆς φλογὸς δι' ὅλου;· οὐκ ἐλπὶς ἀπαλλαγῆς· αἰωνία γὰρ ἡ κόλασις· οὐ θανάτου προσδοκία· ἀθάνατος γὰρ ἡ τιμωρία, καὶ τὰ σώματα δὲ τὰ κολαζόμενα ἀθάνατα· ἀλλ' οὐδὲ τοῦτο ὃ δοκεῖ πολλοῖς παραμυθίαν φέρειν, τὸ ἑτέρους ὁρᾷν ἐν κολάσει. Πρῶτον μὲν γὰρ οὐδὲ ἰδεῖν ἔστι κολαζομένους, τοῦ σκότους ἀντὶ παντὸς διαφράγματος ἐπισκιάζοντος τὰς ὄψεις· ἔπειτα ἡ ὑπερβολὴ τῆς ὀδύνης οὔτε ταύτης ἀφίησιν αἴσθησιν λαβεῖν τῆς παραμυθίας. Ὁ γοῦν πλούσιος οὐδὲν ἔνθεν εἰς παραμυθίας ἐκαρπώσατο λόγον, οὐδὲ οἱ τοὺς ὀδόντας βρύχοντες. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Εἶδες τὴν ἀπηρτισμένην λύραν, τὴν σύμφωνον κιθάραν, τὴν ἐν διαφόροις φθόγγοις μίαν ἁρμονίαν ἠχοῦσαν; Τοῦτο γὰρ τὸ νόημα, καὶ παρὰ ἀποστόλοις ἔστιν ἰδεῖν, καὶ παρὰ προφήταις ἑτέροις κείμενον· καὶ Παῦλος μὲν οὕτω πώς φησι, δεικνὺς καὶ 55.250 αὐτὸς, ὅτι οὐδὲν ὄφελος τοῦ διδάσκειν ἑτέρους, ὅταν τις ἑαυτὸν πρότερον λαβὼν μὴ διδάσκῃ. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ὥσπερ ἐπὶ ταῖς θυσίαις, οὕτω καὶ ἐπὶ τῷ νόμον ἔχειν, καὶ διδάσκαλοι τῶν ἄλλων χρηματίζειν, δεικνὺς, ὅτι οὐδὲν μέγα καρποῦνται, ὅταν ἀδίδακτοι μένωσιν αὐτοὶ, καθαπτόμενος σφοδρότερον τῶν τοιούτων, λέγει· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; ∆ιὰ τοῦτο καὶ περὶ ἑαυτοῦ ἔλεγε· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καθαιρῶν τὸ φύσημα τῶν ἐπὶ τῇ τοῦ λόγου διδασκαλίᾳ μέγα φρονούντων, αὐτῶν δὲ ἐρήμων ὄντων τῆς ἀρετῆς.