201
Καὶ ἑτέρως δὲ τὸν λόγον τοῦτον μεταχειρίζει πρὸς Ἰουδαίους ἀποτεινόμενος, ὅταν λέγῃ· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ προφήτης· Οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με. Καὶ πάλιν· Εἰς μάτην ἐγενήθησαν σχοῖνος ψευδὴς γραμματεῦσι. Τίνος ἕνεκεν; Ὅτι τρυγὼν καὶ χελιδὼν, καὶ ἀγροῦ στρουθία ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματά μου. Οὗτος δὲ οὐ μόνον οὐδὲν κερδαίνειν φησὶν ἐκ τοῦ διδάσκειν ἑτέρους τὸν μὴ μετιόντα τὴν ἀρετὴν, ἀλλὰ καὶ ἐκβάλλειν ταύτης αὑτὸν τῆς προεδρίας. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων ὁ πεπλημμεληκὼς τῇ τῆς σιγῆς ἀτιμίᾳ κολάζεται, πῶς ἂν ἐν κοινῷ διδασκαλείῳ, φησὶ, φωνὴν ἔχοι ὁ τῆς ἁμαρτίας ὑπεύθυνος; Μεῖζον δὲ τοῦτο τὸ διδασκαλεῖον τοῦ δικαστηρίου ἐκείνου. Ἐκεῖ μὲν γὰρ οἱ κολαζόμενοι τίνουσι τιμωρίας· ἐνταῦθα δὲ ἅπαντα γίνεται, ὥστε μὴ κολασθῆναι τοὺς πεπλημμεληκότας, ἀλλὰ τῇ μετανοίᾳ διορθώσασθαι τὸ πλημμεληθέν. Καὶ ἐν ταῖς βασιλικαῖς δὲ αὐλαῖς οὐδεὶς ἂν γένοιτο ἑρμηνεὺς βασιλικῆς φωνῆς ἐπὶ βίῳ διεφθαρμένῳ ἁλούς. Τίνος γὰρ ἕνεκα διηγῇ δικαιώματα, καὶ διδάσκεις ἑτέρους, καὶ μὴν τοὐναντίον ποιεῖς, τοῦ βίου σου τοῖς λεγομένοις ἀντιφθεγγομένου, καὶ ἐνίους τῶν βουλομένων προσέχειν ἀποστρέφεις; Οὐ γὰρ οὕτω διδάσκεις διὰ τῶν λόγων, ὡς ἀπάγεις διὰ τῶν πραγμάτων. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἐκεῖνον ἐπαινεῖ τὸν διδάσκαλον, τὸν διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων ἀπηρτισμένην ἐπιδεικνύντα τὴν διδασκαλίαν. Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐχέτω τοίνυν σου λαμπρὰν φωνὴν ὁ βίος, ταῦτα διδάσκουσαν· κἂν τὸ στόμα ἀποφράξῃς, σάλπιγγος λαμπρότερον ἠχήσεις, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τοὺς πόῤῥωθεν ὄντας. Οὕτως ὁ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ. οὐ στόμα ἔχων, οὐ γλῶσσαν κινῶν, οὐδὲ πνεῦμα κάτωθεν προϊέμενος, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως τὸν θεατὴν εἰς θαῦμα τοῦ δημιουργοῦ παραπέμπων. Ὅπερ οὖν ἐστιν ἐκεῖ ἐπὶ τοῦ οὐρανοῦ τὸ κάλλος τῆς ὄψεως, τοῦτο ἔστω ἐπὶ τῆς ψυχῆς τῆς σῆς ἡ ἀρετή. Ἂν δὲ κατεῤῥυπωμένος, καὶ μυρίους κατηγόρους ἔχων, καὶ πρὸ πάντων τὸ συνειδὸς, σπουδάζῃς ἐπιλαμβάνεσθαι θρόνου διδασκαλικοῦ, ἐπειδὰν κακίας κατηγορῇς, οὐχ ἑτέρων μᾶλλον ἢ σαυτοῦ κατηγορήσεις. Καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καλῶς εἶπε· ∆ιὰ στόματος. Ἡ γὰρ καρδία ἔρημός ἐστι τῶν ἐντεῦθεν καρ 55.251 πῶν, καὶ τὰ χείλη κινεῖται μάτην, καὶ ἐπὶ κατακρίσει τοῦ λέγοντος. Ἂν δὲ τὴν διάνοιάν τις ἐρευνήσῃ, πολὺν εὑρήσει τὸν πόλεμον ὄντα. Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὸ ὀπίσω. Παιδείαν ἐνταῦθά φησι τὴν τοῦ νόμου διδασκαλίαν, τὴν τὴν ψυχὴν ῥυθμίζουσαν, τὴν τὴν κακίαν ἀπελαύνουσαν, καὶ τὴν ἀρετὴν καταφυτεύουσαν. Πῶς οὖν αὐτὴν μεταχειρίζεις, καὶ εἰς ἑτέρους σπείρεις, αὐτὸς διὰ τῶν ἔργων αὐτὴν μὴ ἔχων; Ἐξέβαλες γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὰ ὀπίσω. ζʹ. Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρωσας. Τῶν γὰρ οὐ πρακτέων, καὶ τῶν μὴ τοιούτων φυσικῶς ἔγκεινται ἡμῖν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἀπώσω, καὶ οὐκ εἶχες ἐν μνήμῃ. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρτητον καθόλου· διὸ καί τις ἔλεγε· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ, ∆ίκαιος δὲ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημένων αὐτῷ· ἵνα οὖν μηδεὶς