205
παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολλὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λαβάς. Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων ἐκείνων ἀνδρῶν. Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέγῃ τις κακῶς ἐπὶ πράγματι, οὗ τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ τοῦτο δεῖ καταφρονεῖν τοῦ κατηγόρου διὰ τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν μετὰ τῆς πρεπούσης ἀσφαλείας, ὥστε ἀνελεῖν καὶ τὴν ἄλογον πρόφασιν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν πενήτων τὰς διατροφάς· καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Οὐ γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς σκανδαλίζεσθαι, παρεῖδε καὶ κατεφρόνησεν· ἀλλ' ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ αὐτῶν τῶν σκανδαλιζομένων προενόησε. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καίτοι ταῦτα ἀδιάφορα ἦν· ἀλλ' ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς σωτηρίας τῶν σκανδαλιζομένων. Εἰ μὲν γὰρ γίνοιτο βλάβη μείζων τῆς σωτηρίας, καταφρόνει τοῦ σκανδαλιζομένου· εἰ δὲ μὴ γένοιτο, μηκέτι. Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου καὶ κανὼν, παιδεύων πότε δεῖ καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε δὲ μή· οἷόν τι λέγω· Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει τὸν νόμον, καὶ διὰ τοῦτο μυριάδες ἀπεπήδων πολλαὶ, καὶ περὶ τὴν πίστιν ἐχώλευον. Τί οὖν ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον βουλόμενος μείζων γὰρ ἦν ἡ σωτηρία τῶν τοσούτων μυριάδων, καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον, ἐκώλυσεν, ὅπερ μεῖζον ἦν. Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν· ἐνταῦθα κατεφρόνησε τῶν σκανδαλιζομένων· μεῖζον γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὅτε μὲν γὰρ περὶ βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐτοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει· Ἄφετε αὐτούς. Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται. Ὅτε δὲ φόρους αὐτὸν ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ, ὅμως ἐπειδὴ ὁ καιρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι αὐτοῦ τὴν ἀξίαν, λέγει· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν 55.256 ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στατῆρα· τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόντισε, καὶ τὸν νόμον ἔλυσεν· ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκότως συγκαταβαίνει πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' ἵνα διορθώσωμαι, φησίν. ιʹ. Οὐκοῦν οὐ λάθρα διαβάλλειν ἐχρῆν, ἀλλ', ὡς ἐκέλευσεν ὁ Χριστὸς, κατ' ἰδίαν λαβόντα διορθοῦν. Αἱ γὰρ δημοσίᾳ γινόμεναι κατηγορίαι, πολλάκις καὶ ἀναισχυντοτέρους ποιοῦσι· καὶ ἕως μὲν ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, καὶ ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τινες λοιπὸν ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν ἐξολισθαίνουσιν. Ἀλλ' ἠδικήθης τι παρ' αὐτοῦ. Τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος, καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ. Εἰ γὰρ βούλει καὶ σαυτὸν εὐεργετῆσαι, κἀκεῖνον ἀμύνασθαι, εἰπὲ καλῶς τὸν ἠδικηκότα· οὕτω πολλοὺς αὐτοῦ ποιήσεις ἀντὶ σοῦ