206
τοὺς κατηγόρους, καὶ αὐτὸς πολὺν λήψῃ μισθὸν, ἂν δὲ κακῶς λέγῃς, οὐδὲ πιστευθήσῃ, ἔχθρας ὑποψίαν δεχόμενος. Ὥστε εἰς τοὐναντίον σοι περιτρέπεται τὰ τῆς σπουδῆς. Σὺ μὲν γὰρ τρῶσαι αὐτοῦ τὴν δόξαν βούλει, γίνεται δὲ τοὐναντίον· διὰ γὰρ εὐφημίας, οὐ διὰ κατηγορίας τοῦτο συμβαίνει· ἀλλὰ τοὐναντίον ἅπαν· καὶ σαυτὸν μὲν μειζόνως καταισχύνεις, ἐκείνου δὲ οὐχ ἅψεταί σου τὰ βέλη. Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα, καὶ ταὐτὸν γίνεται οἷον ἐπὶ τῶν παραγραφῶν. Ὅταν γὰρ ἀντικρούσῃ τις εἰς δικαστήριον, τὸ πᾶν διαλύεται τέως· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀφίησιν εἰσαγώγιμον γενέσθαι τὴν δίκην ἡ τῆς ἔχθρας ὑπόνοια. Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς, μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε, καὶ ἴων, καὶ τῶν λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἐπὶ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτοι, ἀλλ' ἄνθη, καθάπερ αἱ μέλιτται, καὶ ὕφαινε κηρία κατ' ἐκείνας, καὶ γίνου πᾶσι προσηνής. Τὸν μὲν γὰρ κακήγορον ἅπαντες ἀποστρέφονται, ὡς σαπρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν αἵματι, καὶ κάνθαρον κόπρῳ τρεφόμενον τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος, ὡς ἀδελφὸν γνήσιον, ὡς παῖδα, ὡς πατέρα. Καὶ τί λέγω τὰ παρόντα καὶ τὰς τῶν ἀνθρώπων δόξας; Ἐννόησόν μοι τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὸ κριτήριον τὸ ἀδέκαστον, ὅτι, ἂν μὲν ψευδῆ λέγῃς, προσθήκην ἁμαρτημάτων περιττῶν προσθήσεις. Λέγω γὰρ ὑμῖν, ὅτι πᾶν ἀργὸν ῥῆμα, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσιν ὑπὲρ αὐτοῦ λόγον τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Κἂν ἀληθῆ, φησὶν, ᾖ, οὐδὲ οὕτως ἀπαλλαγήσῃ καταγνώσεως, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς καὶ τὰ ὀνείδη. Ἐννόησον γοῦν τὸν Φαρισαῖον. Οὐκ ἦν τελώνης, ἀλλὰ τελώνου γέγονεν ἁμαρτωλότερος, ἐπειδὴ τὸν τελώνην ἐκάκισεν. Οὐκ ἦν 55.257 Φαρισαῖος ὁ τελώνης, ἀλλὰ τοῦ Φαρισαίου γέγονε δικαιότερος, ἐπειδὴ ἑαυτὸν ἐταλάνισε. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. ιαʹ. Εἶδες φιλανθρωπίαν ἄφατον; εἶδες ἀγαθότητος ὑπερβολήν; εἶδες μακροθυμίας πλοῦτον ἄπειρον; Σιγὴν γὰρ ἐνταῦθα τὴν μακροθυμίαν λέγει. Τοσαῦτα ἐτόλμησας, φησὶ, καὶ οὐκ ἐπεξῄειν, ἀλλ' ἠνειχόμην, καὶ ἔφερον, χώραν σοι διδοὺς εἰς μετάνοιαν. Σὺ δὲ οὐ μόνον οὐδὲν ἐκέρδανας ἐντεῦθεν, ἀλλὰ καὶ πρὸς μείζονα ἐξώκειλας κακίαν. Οὐ γὰρ δὴ μόνον οὐ μετεβάλου, οὐδὲ μόνον οὐ κατῃσχύνθης, οὐδὲ κατέγνως ἐπὶ τοῖς γεγενημένοις σαυτοῦ· ἀλλ' ἤδη καὶ ἐμὲ τὸν μακροθυμήσαντά σοι, τὸν ἀνασχόμενον, τὸν σιγήσαντα, τὸν τοσαῦτα ἐνεγκόντα, ἐνόμισας οὐ διὰ μακροθυμίαν καὶ φιλανθρωπίαν φέρειν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι ταῦτα σωφρονίζειν, μηδὲ ἀγανακτεῖν ἐπὶ τοῖς γινομένοις. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ. Ποῖα; Τὰ εἰρημένα, φησί. Τί ἐστι, Σύνετε; Νοήσατε. Τί γὰρ συνεσκιασμένον εἴρηται; τί δὲ πολλῆς χρῇζον ἐρεύνης; Μάλιστα μὲν καὶ αὐτὸς ὁ τῆς διδασκαλίας τρόπος ἐνηλλαγμένην παρεισάγει πολιτείαν. Καὶ γὰρ τῶν θυσιῶν οὐ πολὺν ποιούμενος λόγον, τὴν εὐαγγελικὴν εἰσάγει νομοθεσίαν· ἄλλως δὲ ἐπειδὴ πολλῷ τῷ φορυτῷ τῶν ἁμαρτημάτων ἦσαν καταχωσθέντες, καθάπερ ἀπὸ τελμάτων τινῶν τῆς κακίας ἀνασπάσαι βουλόμενος, καὶ ὥσπερ τῶν ὀφθαλμῶν λήμην ἀποκαθᾶραι τὴν προλαβοῦσαν τῆς πονηρᾶς συνηθείας ὁδὸν, διεγείρει εἰς μνήμην ἐλθεῖν τῶν γεγενημένων, ἵνα μὴ λήθῃ παραδόντες αὐτὰ, ἀκερδεῖς ἀναχωρήσωσιν. Πολλὴν γὰρ ἡ ἐν ἁμαρτήμασι συνήθεια πώρωσιν τῆς ψυχῆς ἐργάζεται, καὶ ἀνοήτους ποιεῖ, καὶ τυφλοῖ τὸ ὀξυδερκὲς τῆς διανοίας ὄμμα. Μήποτε