207
ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ὢ φιλανθρωπίας ἀφάτου! Μητρὸς φιλοστόργου τὰ ῥήματα, μᾶλλον δὲ ἀπείρως τὴν φιλοστοργίαν ἐκείνην νικώσης ἀγαθότητος. Ὁ γὰρ τοσαύτην ἐμφήνας κατηγορίαν, ὁ τοσαύτην ὀργὴν ἐπιδειξάμενος προασφαλίζεται. Ὁ εἰπὼν, Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου, καὶ ἀπόφασιν ἐκβαλὼν καταδικάζουσαν, ἀναλύει τὴν ἀπόφασιν πάλιν, οὐχ ὡς καταδίκους τῇ τιμωρίᾳ παραδιδοὺς, ἀλλ' ὡς ὀφείλοντας διορθωθῆναι τῇ παραινέσει καὶ τῇ συμβουλῇ ἐγχειρίζων, τῷ φόβῳ σωφρονίζων, καὶ λέγων, Μήποτε ἁρπάσῃ ὡς λέων, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Οὐσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. ∆είξας τὸ φιλάνθρωπον, παραινέσας, συμβουλεύσας, ἀπειλήσας, φοβήσας, ἐπιστήσας τὴν τιμωρίαν ἄκρατον, καὶ συμβουλὴν εἰσενεγκὼν, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν διορθώσασθαι τὰ γεγενημένα, εἰπών· Θυσία αἰνέσεως δοξάσει με. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ μόνον παύσει μου τὴν ὀργὴν, οὐδὲ λύσει τὴν καταδίκην, ἀλλὰ καὶ δοξάσει με. Ὅρα τοῦ κατορθώματος τὸ μέγεθος, ὅταν ὁ Θεὸς δι' αὐτὸν δοξάζηται. Καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. Εἶδες μισθὸν ἄφατον; εἶδες φιλανθρωπίας ὑπερβολήν; Τὴν τοῦ Θεοῦ γὰρ ὁδὸν 55.258 δείξειν ἐπαγγέλλεται, καὶ τὸ ὄντως σωτήριον τοῦ Θεοῦ τοῖς κατορθοῦσι. Πειθώμεθα τοίνυν τῷ ἐπαγγελλομένῳ, καὶ διὰ βίου ὀρθοῦ καὶ θυσίας αἰνέσεως τοῦτον δοξάζωμεν. Αὕτη γὰρ ἡ ὁδὸς ἐπὶ σωτηρίαν φέρει, διὰ τῆς θυσίας ταύτης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ.
Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ
λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν
ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλ θοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μετα ναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτω σαν,
ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.
αʹ. Πολλῆς ἐνταῦθα συνέσεως ἡμῖν χρεία. Τὰ γὰρ ῥήματα κατὰ τὴν ψιλὴν προφορὰν, καὶ τὴν πρόχειρον ἀκρόασιν, πολλοὺς τῶν μὴ προσεχόντων θορυβεῖ. Καὶ γὰρ ἀρᾶς ἅπας ὁ ψαλμὸς ἐμπέπλησται, καὶ διὰ τοιούτων ἅπας διεξῆλθεν ἡμῖν ὁ λόγος, καὶ ἐμφαίνει τινὰ θυμὸν ζέοντα καὶ διακαῆ τοῦ λέγοντος, καὶ οὐ μέχρι τοῦ ἀδικοῦντος ἱστάμενον, ἀλλὰ καὶ ἐπὶ παῖδας, καὶ πατέρα, καὶ μητέρα προάγοντα τὴν τιμωρίαν, καὶ οὐδὲ μιᾷ ἀρκούμενον συμφορᾷ, ἀλλὰ καὶ κακὰ ἐπὶ κακοῖς συνάπτοντα. Ὅρα γὰρ ὅσα κατεύχεται. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.