210
ὁ ψαλμὸς εἴρηται; Ἔνια περὶ τοῦ Ἰούδα, τοῦ Πνεύματος προφητεύοντος διὰ τοῦ ∆αυῒδ, τὰ δὲ λοιπὰ περὶ ἑτέρων. Καὶ γὰρ οὗτος προφητείας πάλιν τρόπος ἐστί. Καὶ πολλαχοῦ αὐτὸν εὑρήσομεν οὕτω συγκείμενον, καὶ τὰ μὲν προοίμια εἰς ἕτερον, τὰ δὲ λειπόμενα εἰς ἄλλον λεγόμενα. Ἵνα δὲ καὶ ἑτέρωθεν ἴδῃς τοῦτο αὐτὸ, ἡνίκα εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῄεσαν Ἰουδαῖοι, διαιρῶν τὰς δώδεκα φυλὰς εἰς δώδεκα μέρη, τὰς μὲν εὐλογεῖν, τὰς δὲ ἀρᾶσθαι κελεύεται ὑπὸ Θεοῦ ὁ τοῦ Ναυῆ. Καὶ ἡ εὐλογία δὲ καὶ ἡ ἀρὰ προφητεῖαι τῶν γενησομένων ἦσαν Καὶ γὰρ ἔλεγεν· Ἐπικατάρατος σὺ ἐν πόλει, ἐπικατάρατος ἐν ἀγρῷ· καὶ μυρίας τοιαύτας ἀρὰς συντιθεῖσαι αἱ φυλαὶ μακρὸν λόγον ἀπήρτισαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν, ὅτι ἐν τάξει ἀρᾶς προφητεία συντέθειται, τά τε τῷ Ἰούδᾳ συμβησόμενα ἀπαγγέλλουσα καὶ προαναφωνοῦσα, εἶτα καὶ μετ' ἐκεῖνον ἑτέραν τινὰ ἀνακινοῦσα ὑπόθεσιν, καὶ ἱσταμένη κατά τινων ἱερωσύνῃ ἐπαναστάντων· ἵνα μάθωμεν ἡλίκον κακόν ἐστι τοῖς ἱερεῦσι τοῦ Θεοῦ ἐπανίστασθαι, καὶ δόλῳ καὶ ἀδικίᾳ κατ' αὐτῶν κεχρῆσθαι. Τὰ γὰρ εἰρημένα οὐδὲν ἕτερόν ἐστιν, ἢ διδασκαλία τῶν συμβησομένων τοῖς τοὺς πλησίον ἀδικοῦσι, τοῖς κατεξανισταμένοις μετὰ δόλου καὶ γνώμης διεφθαρμένης τῶν οὐδὲν ἠδικηκότων. Εἰ δὲ τοὺς παῖδας ἀξιοῖ κολάζεσθαι, μὴ θορυβηθῇς, ἀγαπητέ· παῖδας γὰρ ἐνταῦθά φησι τοὺς τῇ πονηρίᾳ τῶν τοιούτων κεκοινωνηκότας. Οἶδε γὰρ ἡ Γραφὴ παῖδας καλεῖν καὶ τοὺς κατὰ συγγένειαν, καὶ τοὺς πονηρίᾳ συνεζηκότας, κἂν μὴ τῇ φύσει παῖδες ὦσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Καίτοι γε κατὰ φύσιν υἱοὶ τοῦ διαβόλου οἱ Ἰουδαῖοι οὐκ ἦσαν. Πῶς γὰρ τοῦ ἀσωμάτου οἱ σάρκα περικείμενοι; Ἀλλὰ τῇ κοινωνίᾳ τῆς πονηρίας τὴν συγγένειαν ἐπεσπάσαντο. Οὕτως αὐτοὺς καὶ τοῦ Ἀβραὰμ ἐκβάλλει, λέγων· Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε. Ὅτι γὰρ υἱὸς οὐ κολάζεται διὰ τὸν πατέρα, οὔτε πατὴρ ὑπὲρ τοῦ υἱοῦ, παντί που δῆλον. Καὶ ἐν τῷ νόμῳ τοῦτο δείκνυται εἰρημένον, πλὴν εἰ μὴ κακῶς αὐτὸν ἀναγάγοι· καὶ τότε δὲ οὐχ ὑπὲρ υἱοῦ, ἀλλ' ὑπὲρ τῆς οἰκείας ῥᾳθυμίας, ὥσπερ ὁ Ἠλεί. γʹ. Εἰ δὲ δοκεῖ, καὶ τὸν ψαλμὸν ἄνωθεν ἐπέλθωμεν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ἕτερος δὲ ἑρμηνευτής φησι· Θεὲ, ὑμνήσεώς μου μὴ κωφεύσῃς. Ἄλλος, Μὴ σιγήσῃς· τουτέστι, μὴ παραδράμῃς τὴν τιμωρίαν, ἀλλ' ἐπέξελθε τοῖς γεγενημένοις. Σὺ γὰρ εἶ ὁ ἔνδοξος, ὁ μέγας, καὶ δυνατὸς τὰ τοιαῦτα διορθοῦν. Ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Εἶδες πονηρίαν ἐκτεταμένην; εἶδες κοινωνίαν ἐπι 55.262 βουλῆς; εἶδες μελέτην; Καὶ γὰρ καὶ τοῦτο μάλιστα παροξύνει τὸν Θεὸν, ὅταν τὰ φαῦλα ἀπὸ βουλῆς, καὶ σκέψεως, καὶ πολλῆς τῆς γυμνασίας ἐργάζωνται οἱ μετιόντες. Ἕτερον γάρ ἐστι, συναρπαγέντα καὶ ἀπατηθέντα ὑποσκελισθῆναι· ἕτερον, ἔργον ποιούμενον τὴν πονηρίαν· καὶ ἕτερον, ἔγκλημα μέγιστον, ὅταν καὶ πονηρεύωνται κατὰ τοῦ μὴ πονηρευομένου. Τὸ γὰρ εἰπεῖν, Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, οὐδὲν ἕτερον δείκνυσιν, ἢ ὅτι εἰς εὐεργέτην τινὰ, καὶ ἄξιον τοῦ φιλεῖσθαι, καὶ χρηστὰς ἀμοιβὰς λαμβάνειν, τὰ ἐναντία ἐπεδείκνυντο. Ἐγὼ δὲ προσηυχόμην. Εἶδες φιλοσοφίαν; εἶδες ἐπιείκειαν; εἶδες πραότητα; εἶδες ψυχῆς εὐλάβειαν; Οὐχ ὡπλιζόμην, φησὶν, οὐδὲ ἀντιπαρεταττόμην, ἀλλ' ἐπὶ σὲ κατέφευγον· τὴν σὴν ἐκάλουν συμμαχίαν, τὴν ῥοπὴν, τὸ μέγιστον ὅπλον, τὴν βοήθειαν τὴν ἀχείρωτον. Εἶτα εἰπὼν τὰ κατὰ τὸν Ἰούδαν, πῶς ἑαυτὸν κατεδίκασε, πῶς τὴν ἐπὶ θανάτου ἐξήνεγκε ψῆφον καθ' ἑαυτοῦ, πῶς ἀπήγξατο, πῶς ἡ ἀποστολὴ αὐτοῦ πρὸς ἕτερον μετέστη, πάλιν ἔχεται τῆς προτέρας ὑποθέσεως. Καὶ