218
μὲν ἐποίουν οἵ ποτε ἐχθροὶ καὶ πολέμιοι· ἀλλ' ἡ ἄμαχος τοῦ Χριστοῦ δύναμις οὐ μόνον τῆς ἔχθρας αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ εἰς δουλείαν καὶ εἰς τοσαύτην οἰκείωσιν ἤγαγεν. Ὥστε κἂν λέγηται ὁ Πατὴρ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐχ οὕτω λέγεται, καθάπερ εἶπον, ὡς μηδὲν ἐνεργοῦντος τοῦ Παιδός· τοῦ γὰρ Μονογενοῦς τὸ κατόρθωμα γέγονεν ἅπαν· ἀλλ' ἵνα, ὅπερ ἔφθην εἰπὼν, τὸν Πατέρα καὶ τὸν Υἱὸν Θεὸν ἕνα νοῇς, φυλαττομένης ἑκάστῳ τῆς ἰδιότητος, καὶ ἵνα μὴ δύο νοήσῃς ἀγεννήτους. Ὅτι γὰρ αὐτοῦ πᾶν ἐστι τὸ κατόρθωμα, ἀπὸ τῶν ἤδη κατωρθωμένων ἐννόει· καὶ μὴ ἁπλῶς ἀνθρωπίνως ἐκλάμβανε τὰ εἰρημένα· πολὺ γὰρ τὸ ἄτοπον ἕψεται. Ἵνα δὲ καὶ σὺ μάθῃς, ἄκουε ὃ μέλλω λέγειν· Οἱ μὲν ἐγένοντο φίλοι, ἐχθροὶ πρότερον ὄντες, οἱ δὲ μένουσιν ἔτι ἐχθροί. Ἀλλ' ὅτι μὲν τοὺς ἐχθροὺς φίλους αὐτὸς ἐποίησε, καὶ Παῦλος δηλοῖ τῷ εἰπεῖν· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· δηλοῖ δὲ καὶ ὁ Σωτὴρ, πρὸς αὐτὸν τὸν Πατέρα λέγων· Ἐγώ σε ἐδόξασα ἐν τῷ κόσμῳ, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Τὸ δὲ τοὺς ἐχθροὺς ὑποτάξαι, τοῦ Πατρὸς γέγονε. Καίτοι γε τοῦτο ἐκείνου μεῖζον. Οὐ γὰρ ἴσον κολάσαι ἐχθροὺς μένοντας, καὶ ποιῆσαι φίλους, ἐχθροὺς ὄντας. Ἀλλ' οὔτε ὁ Υἱὸς διὰ τοῦτο ἐλάττων τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἐλάττων διὰ τοῦτο τοῦ Υἱοῦ. Ἵνα δὲ μάθῃς, ὅτι καὶ ἐκεῖνα τοῦ Υἱοῦ, ὥσπερ καὶ ταῦτα τοῦ Πατρὸς, ἄκουσον· Ἀπέλθετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ὁ τοὺς ἀγγέλους πέμπων, ὥστε συλλέξαι τὰ ζιζάνια, ὁ Μονογενής ἐστι, καὶ πανταχοῦ ὁρῶμεν αὐτὸν κολάζοντα τὸν διάβολον. Καὶ τοῦτο οἱ δαίμονες αὐτοὶ ὁμολογοῦσι λέγοντες· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὥστε αὐτός ἐστιν ὁ μέλλων αὐτοὺς βασανίζειν. Ὁρᾷς ὅτι κἂν ὑπὸ τοῦ Πατρὸς λέγηται γίνεσθαι τὰ γινόμενα, τοῦ Παιδός ἐστι κατορθώματα; Ὅτι δὲ καὶ τὰ τοῦ Παιδὸς, τοῦ Πατρὸς, ἄκουσον πάλιν αὐτοῦ λέγοντος· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Καὶ πάλιν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Οὐ τοίνυν ἀνθρωπίνως ἐκλαμβάνειν τὰ τοιαῦτα δεῖ. Ἐπεὶ καὶ τοὺς ἐχθρούς σου οὕτως ἐκδεκτέον, οὐχ ὡς αὐτοῦ μόνου ἐχθρούς. Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, φησὶν, οὐ τιμᾷ τὸν Πατέρα. εʹ. Ὥστε Ἰουδαῖοι οὐκ αὐτοῦ μόνον ἐχθροὶ, ἀλλὰ καὶ τοῦ Πατρός. ∆ιὸ καὶ τὴν πανωλεθρίαν αὐτοῖς ἐπήγαγε, καὶ τὴν πόλιν αὐτῶν ῥίψας χαμαὶ, ἐρείπιον ἐποίησεν, εἰ καὶ μὴ εὐθέως μετὰ τὸν σταυρὸν, καὶ χρόνον αὐτοῖς πολὺν εἰς μετάνοιαν ἔδωκεν, εἴ γε ἐβούλοντο, καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ἵνα δι' αὐτῶν μαθόντες αὐτοῦ τὴν ἰσχὺν, ὀψὲ γοῦν ποτε ἐπιστρέψωσιν. Ἐπειδὴ δὲ ἀνίατα ἐνόσουν, τὸν κολοφῶνα ἐπήγαγε τῶν κακῶν, καὶ ταύτῃ πάλιν καλῶν αὐτοὺς εἰς μετάνοιαν, ἵνα τῆς πολιτείας ἐκπεσόντες τῆς παλαιᾶς, ὑπ' αὐτῆς γοῦν τῶν πραγμάτων τῆς ἀνάγκης πρὸς τὴν ἀλήθειαν χειραγωγηθῶσι, τόν τε ὑβρισμένον ὁρῶντες πανταχοῦ προσκυνούμενον, καὶ τὰ αὐτῶν 55.272 λελυμένα ἅπαντα. Ὅταν δὲ μηδὲ οὕτω γένωνται βελτίους, τότε λοιπὸν, ἅτε πάσης ἀπηλλαγμένοι συγγνώμης, εἰς τὴν ἀθάνατον ἐμπεσοῦνται κόλασιν. Ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε λέγειν, ἀλλὰ τὴν ὑποταγήν. Ὅτι δὲ αὐτῷ ὑποτάσσει, δῆλον ἐκ τῆς ἐπαγωγῆς· ἐπεὶ γὰρ ὁ θρόνος εἷς, καὶ τὸ ὑποπόδιον ἕν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἐπειδὴ εἶπεν ἄνω· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἵνα μὴ νομίσῃ τις ἀσθενῆ τὸν Υἱὸν εἶναι, καὶ ἐνεργείας δεῖσθαι, καθάπερ τινὰ τῶν ἀποστόλων, ἄκουσον πῶς καὶ τῆς ὑπονοίας αὐτῆς ἐπάγει τὴν διόρθωσιν λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Τί ἐστι, Μετὰ σοῦ ἡ ἀρχή; Ἐν σοὶ, φησὶν, ἡ ἀρχὴ, οὐχ ὕστερον ἐπιγενομένη, ἀλλ' ἐν σοὶ οὖσα διαπαντός·