220
νεύματι παρισταμένους ἅπαντας, διάβολον καταισχυνόμενον, δαίμονας κάτω κύπτοντας, δικαίους στεφανουμένους, ἕκαστον εὐθύνας διδόντα τῶν πεπλημμελημένων, τὰ βραβεῖα λαμβάνοντα τῶν κατορθωμάτων, ἑτέρας ζωῆς κατάστασιν γινομένην. Οὐκέτι γὰρ θάνατος, καὶ νόσος, καὶ γῆρας, οὐκέτι πενία, καὶ ἐπήρειαι, καὶ ἐπιβουλαὶ, οὐκέτι οἰκήματα, καὶ πόλεις, καὶ τέχναι, καὶ ναυτιλίαι, οὐκέτι ἱματίων περιβολὴ, καὶ σῖτα, καὶ ποτὰ, καὶ ὄροφοι, καὶ κλῖναι, καὶ τράπεζαι, καὶ λυχνίαι, οὐκέτι ἐπιβουλαὶ, καὶ μάχαι, καὶ δικαστήρια, οὐκέτι γάμοι, καὶ ὠδῖνες, καὶ τόκοι· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις ἀποσοβουμένη καταλύεται, καὶ ἑτέρα τις ἀμείνων ζωῆς κατάστασις δίδοται, ἀφθαρσίας, ἀθανασίας, δυνάμεως πολλῆς τῷ σώματι χαριζομένης. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγε· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς τοῖς εἰρημένοις, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ παρόντα, ἀπὸ τῶν παρόντων εἰς τὰ περὶ τῶν μελλόντων λάμβανε τὴν ἀπόδειξιν. Ἔπελθε τῷ λόγῳ τὴν οἰκουμένην ἅπασαν, τὴν γῆν, τὴν θάλασσαν, τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν οἰκουμένην, τὴν ἀοίκητον, τὰς ἐν τῇ γῇ πόλεις, τὰς ἐν τῇ θαλάσσῃ νήσους, τὰ ὄρη, καὶ τὰς νάπας, καὶ ἰδὼν πανταχοῦ τὴν δύναμιν τοῦ Χριστοῦ διαλάμπουσαν, 55.274 καὶ πάντας τὸ τίμιον ὄνομα ἀνακηρύττοντας, ἀναλογίζου πρὸς ἑαυτὸν, ὅτι ὁ τοσαῦτα δυνηθεὶς, οὗτος καὶ τὰ μέλλοντα ἐπηγγείλατο. Εἰ δὲ καὶ ἀπὸ μέρους ἐθέλοις λαμβάνειν ἀπόδειξιν, ἐννόησον τίνος ἕνεκεν ἡ οἰκουμένη συντρέχει ἅπασα τάφον ἰδεῖν σῶμα οὐκ ἔχοντα· ποία δύναμις ἕλκει τοὺς ἀπὸ τῶν περάτων τῆς γῆς, ὥστε ἰδεῖν ποῦ μὲν ἐτέχθη, ποῦ δὲ ἐτάφη, ποῦ δὲ ἐσταυρώθη· ἐννόησον αὐτὸν τὸν σταυρὸν, ὅσης δυνάμεώς ἐστι σημεῖον. Ὁ γὰρ σταυρὸς οὗτος πρὸ τούτου θάνατος ἦν ἐπάρατος, θάνατος ἐπονείδιστος, θάνατος ὁ πάντων αἴσχιστος. Ἀλλ' ἰδοὺ νῦν τῆς ζωῆς αὐτῆς τιμιώτερος γέγονε, καὶ διαδημάτων λαμπρότερος, καὶ πάντες ἐπὶ μετώπου αὐτὸν περιφέρομεν, οὐ μόνον οὐκ αἰσχυνόμενοι, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενοι τούτῳ. Οὐ μὲν ἰδιῶται μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι ἐπὶ τοῦ μετώπου ὑπὲρ τὰ διαδήματα αὐτὸν βαστάζουσι, καὶ μάλα εἰκότως· μυρίων γὰρ διαδημάτων ἀμείνων. Τὸ μὲν γὰρ διάδημα καλλωπίζει κεφαλὴν, ὁ δὲ σταυρὸς ἀσφαλίζεται διάνοιαν. Τοῦτο δαιμόνων ἀμυντήριον, τοῦτο τὸ διάδημα νοσημάτων ψυχῆς ἀναιρετικόν· τοῦτο ὅπλον ἀχείρωτον, τοῦτο τεῖχος ἄμαχον· τοῦτο ἀσφάλεια ἀκαταγώνιστος· οὐ βαρβάρων ἐφόδους, οὐ πολεμίων μόνον καταδρομὰς, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγρίων δαιμόνων διαλύον τὰς φάλαγγας. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἕτερος. Ἐν ἁγίου εὐπρεπείᾳ. Ἄλλος, Ἐν δόξῃ ἁγίων. Ἔτι περὶ τῆς ἡμέραςδιαλέγεται τῆς τε παρούσης τῆς τε μελλούσης. Λαμπρότητα δὲ ἐνταῦθα τὸ κάλλος φησὶ τῶν ἁγίων. Τί μὲν λαμπρότερον Παύλου; τί δὲ περιφανέστερον Πέτρου; οἳ τὴν οἰκουμένην περιέτρεχον, ὑπὲρ τὸν ἥλιον λάμποντες, τὰ σπέρματα τῆς εὐσεβείας καταβάλλοντες; Ὡς γὰρ ἐξ οὐρανῶν ἄγγελοι καταβάντες, οὕτως ἦσαν πᾶσιν ἀπρόσιτοι. Τοῦτο δεικνὺς ὁ τὸ βιβλίον τῶν Πράξεων συνθεὶς, ἔλεγεν, ὅτι Οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς. Καὶ γὰρ τὰ ἱμάτια αὐτῶν πολλῆς ἔγεμε χάριτος, καὶ αἱ σκιαὶ τῶν σωμάτων πολλὴν ἐπεδείκνυντο δύναμιν. Εἰ δὲ ἐνταῦθα τοιοῦτοι, ἐννόησόν μοι κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἄφθαρτα σώματα λάβωσιν, ὅταν ἀθάνατα, ὅταν ὑπὲρ πᾶσαν ὁρωμένην λαμπρότητα ἀποστίλβοντα, τίνες ἔσονται οὗτοί τε καὶ οἱ τούτοις ἐοικότες προφῆται καὶ ἀπόστολοι, καὶ δίκαιοι, καὶ μάρτυρες, καὶ ὁμολογηταὶ, καὶ πάντες οἱ κατὰ τὴν ἀρίστην πολιτείαν διαπρέψαντες ἐν τῇ πίστει τῇ εἰς τὸν Χριστόν. Ἐννόησόν μοι τοὺς δήμους ἐκείνους, τὰς λαμπάδας, τὰς ἀκτῖνας, τὴν δόξαν, τὴν εὐπρέπειαν, τὴν φαιδρότητα, τὴν πανήγυριν. Τίς ταῦτα παραστήσει; Λόγος μὲν οὐδείς· ἡ δὲ πεῖρα μόνη σαφῶς διδάξει τοὺς ἀξίους ταύτης γενέσθαι τῆς θεωρίας, τὴν λαμπρότητα ἐκείνην. Ταυτὸν γὰρ οἶμαι