222
ἐστι; Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ γνήσιον τῆς γεννήσεως παρέστησεν ἐνταῦθα. Τί οὖν; πρὸ τοῦ ἑωσφόρου μόνον ἐστίν; Οὐδαμῶς. Ἐπεὶ καὶ ἀλλαχοῦ φησι· Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ. Καὶ οὐ πρὸ τῆς σελήνης μόνον, ἐπεὶ καὶ περὶ τοῦ Πατρὸς λέγει· Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν, καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Οὐκ ἀπὸ τοῦ αἰῶνος μόνον, ἀλλὰ καὶ πρὸ τοῦ αἰῶνος· οὐδὲ γὰρ ἕως τοῦ αἰῶνος, ἀλλ' ἀπείρως ἐστί. Μὴ δὴ πρόσπταιε ταῖς λέξεσιν, ἀλλὰ θεοπρεπῶς δέχου τὴν ἔννοιαν. Καὶ ὅρα Προφήτου σοφίαν. Ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἤρξατο· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σε· ἀλλὰ πρότερον δείξας αὐτοῦ τὰ κατορθώματα, καὶ διὰ τῶν ἔργων ἀνακηρύξας αὐτὸν, ὕστερον ἀπὸ κυρίου δείκνυσιν αὐτοῦ τὴν ἀξίαν. Οὕτω καὶ αὐτὸς ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα μαθὼν, ὅτι ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, ὁ Κύριος καλούμενος ὡς ὁ Πατὴρ, ὁ μεθ' ἑαυτοῦ τὴν ἀρχὴν ἔχων, ὁ λαμπρότητα τοιαύτην ἐργαζόμενος, ὁ μεταξὺ τῶν ἐθνῶν κατακυριεύων, μὴ θορυβηθῇς, ἐὰν ἀκούσῃς, ὅτι οὗτος Υἱός ἐστι καὶ πρὸ τῆς κτίσεως ἁπάσης. Θαυμάζειν δὲ ἄξιον τὸν Προφήτην, πῶς τὰ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, τὰ δὲ ἐκ προσώπου αὐτοῦ φθέγγεται. Τὸ μὲν γὰρ, Κάθου ἐκ δεξιῶν μου, καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ἅπερ ἐστὶν ὑψηλότερα αὐτοῦ, αὐτὸν εἰσάγει τὸν Θεὸν λέγοντα· τὰ δὲ ἄλλα αὐτὸς διηγεῖται. Σκόπει δὲ καὶ πόσῃ κέχρηται οἰκειότητι τῆς λέξεως. Ἤρκει μὲν γὰρ καὶ τὸ εἰπεῖν, Ἐγέννησά σε· ἀλλὰ διὰ τοὺς χαμαὶ βαδίζοντας, ἵνα τὸ γνήσιον παραστήσῃ, καὶ ταύτης ἐμνημόνευσε τῆς ῥήσεως. Καὶ καθάπερ λέγων χεῖρα, οὐχ ἵνα ὑποπτεύσωμεν χεῖρα, λέγει, ἀλλὰ τὴν δημιουργικὴν δύναμιν· οὕτω καὶ γαστρὸς ἐμνημόνευσεν, ἵνα τὸ γνήσιον τῆς γεννήσεως παραστήσῃ. ηʹ. Εἶτα βουλόμενος τὴν προφητείαν ἐν σχήματι δικαστοῦ συνθεῖναι, πρὸς αὐτὸν τὴν λαλιὰν ποιεῖται, ὅπερ σφοδροτάτης ἀγάπης ἦν καὶ χαρᾶς ὑπερβαλλούσης, καὶ ψυχῆς σφόδρα κατόχου θείῳ Πνεύματι γινομένης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς πῶς πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει, ποτὲ μὲν περὶ τῆς θεότητος, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος διαλεγόμενος; ὅπερ καὶ οἱ εὐαγγελισταὶ ποιοῦσιν, ἵνα ἑκατέρωθεν ἡ ἀκρίβεια τῶν δογμάτων διατηρῆται. Καὶ διὰ τί εἶπε, Κατὰ τὴν τάξιν Μελχισεδέκ; Καὶ διὰ τὰ μυστήρια, ὅτι κἀκεῖνος ἄρτον καὶ οἶνον προσήνεγκε τῷ Ἀβραὰμ, καὶ διὰ τὸ ἐλευθέραν εἶναι τοῦ νόμου ταύτην τὴν ἱερωσύ 55.277 νην, καὶ διὰ τὸ ἀτελεύτητον, καθάπερ καὶ Παῦλός φησι, καὶ ἄναρχον. Ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ γέγονεν ἐπὶ τοῦ Ἰησοῦ· καὶ καθάπερ τὰ ὀνόματα προέτρεχεν, ὡς Ἰησοῦς, ὡς Χριστὸς, οὕτω καὶ τοῦτο. Οὔτε ἀρχὴν οὖν ἡμερῶν φαίνεται ἔχων, οὔτε ζωῆς τέλος ὁ Μελχισεδὲκ, οὐ τῷ μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γενεαλογηθῆναι. Ὁ δὲ Ἰησοῦς οὐδὲ ἀρχὴν ἡμερῶν ἔσχεν, οὔτε ζωῆς τέλος, οὐ κατὰ τοῦτον τὸν τρόπον, ἀλλὰ τῷ καθ' ὅλου μὴ εἶναι ἐπ' αὐτοῦ ἀρχὴν χρονικὴν, μηδὲ τέλος. Τὸ μὲν γὰρ ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ὥσπερ οὖν, Ἰησοῦς, ἀκούων, οὐ τὸν ἀληθῶς Ἰησοῦν ὑποπτεύεις, ἀλλὰ τοῦ ὀνόματος τὸν τύπον δέχῃ μόνον, καὶ οὐδὲν πλέον ἐπιζητεῖς· οὕτω καὶ ἀκούων τὸν Μελχισεδὲκ ἄναρχον καὶ ἀτελεύτητον, μὴ ἐν τῇ τῶν πραγμάτων ἀληθείᾳ αὐτὸν ζήτει, ἀλλ' ἀρκοῦ τῇ προσηγορίᾳ μόνῃ, τὴν δὲ ἀλήθειαν ἐπὶ τοῦ Χριστοῦ καταμάνθανε. Ὅρκον δὲ ὅταν ἀκούσῃς, μὴ ὅρκον νόμιζε. Ὥσπερ γὰρ θυμὸς, οὐ θυμὸς ἐπὶ Θεοῦ, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ ὅρκος. Οὐ γὰρ ὄμνυσι Θεὸς, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει Εἰπὼν τοίνυν τὴν λαμπρότητα τῶν ἁγίων, τὸ τεθῆναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, τὴν